Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Acts 16

Acts 16 in the Greek of Nestle 1904. Acts is part of the historical books.

Greek · History
Acts 16
Nestle 1904 · every word parsed
1
Κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος,
2
ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
3
τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.
4
Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις.
5
Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν.
6
Διῆλθον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ·
7
ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ·
8
παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
9
καὶ ὅραμα διὰ νυκτὸς τῷ Παύλῳ ὤφθη, ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
10
ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Θεὸς εὐαγγελίσασθαι αὐτούς.
11
Ἀναχθέντες δὲ ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν Πόλιν,
12
κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. Ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
13
τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
14
καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν, ἧς ὁ Κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ Παύλου.
15
ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε· καὶ παρεβιάσατο ἡμᾶς.
16
Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη.
17
αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.
18
τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19
Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20
καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες,
21
καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.
22
καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν,
23
πολλάς δὲ ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
24
ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
25
Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·
26
ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
27
ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28
ἐφώνησεν δὲ Παῦλος μεγάλῃ φωνῇ λέγων Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
29
αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ Σιλᾷ,
30
καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
31
οἱ δὲ εἶπαν Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
32
καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Θεοῦ σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33
καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ἅπαντες παραχρῆμα,
34
ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ Θεῷ.
35
Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
36
ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε. νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
37
ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
38
ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα. ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν,
39
καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως.
40
ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

265 distinct words — each links to every other place it occurs.

ὁthe/this/who105καίand43αὐτόςit/s/he31δέthen30εἰςtoward17ἐγώI/we14εἰμίto be11ΠαῦλοςPaul11ἐνin/on/among9ἐξέρχομαιto go out9οὗτοςthis/he/she/it8λέγωto say8πόλιςcity7ὁράωto see: see6θεόςGod6κύριοςlord: God6τιςone5ὅτιthat/since: that5ἡμέραday5ἀπόaway from5γίνομαιto be5στρατηγόςofficer/magistrate5φυλακήprison/watch: prison5ὅςwhich4ὑπόby/under: by4κατάaccording to4πνεῦμαspirit/breath: spirit4λαλέωto speak4παρακαλέωto plead/comfort4οἶκοςhouse: home4ἄνθρωποςa human4σύyou4ὄνομαname3γυνήwoman3ἸουδαῖοςJew3ἐκεῖνοςthat3γάρfor3ἅπαςall3ὑπάρχωbe already3ὡςas/when3λόγοςword3ἔρχομαιto come/go3πορεύωto travel3οὐno3ἸησοῦςJesus3ΜακεδονίαMacedonia3ὅστιςwho/which3πολύςmuch3ποιέωto do/make: do3ἐπίupon/to/against3ΣίλαςSilas3ῬωμαῖοςRoman3βάλλωto throw: throw3δεσμοφύλαξjailer3πᾶςall3πρόςto/with3ΛύστραLystra2πιστόςfaithful2πατήρfather2Ἕλλην=ἝλληνGreek, Gentile2ἀδελφόςbrother2σύνwith2λαμβάνωto take2διάthrough/because of2κρίνωto judge2οὖνtherefore/then2ΜυσίαMysia2ΤρωάςTroas2ὅραμαvision2νύξnight2ἀνάγωto lead2τεand/both2ἔξωout/outside(r)2νομίζωto think2προσευχήprayer2ΛυδίαLydia2ἀκούωto hear2βαπτίζωto baptize2εἰσέρχομαιto enter2ἐργασίαwork2καταγγέλλωto proclaim2παραγγέλλωto order2ὥραhour2πληγήplague/blow/wound2δέσμιοςprisoner2μέγαςgreat2ἀνοίγωto open2παραχρῆμαinstantly2θύραdoor2φημίto assert2ἵναin order that/to2σῴζωto save2πιστεύωto trust (in)2ἀποστέλλωto send2ῥαβδοῦχοςpolice2ἀπολύωto release: release2ἀπαγγέλλωto announce2νῦνnow2ἐξάγωto lead out2καταντάωto come toΔέρβηDerbeμαθητήςdiscipleἐκεῖthereΤιμόθεοςTimothyυἱόςsonμαρτυρέωto testifyἸκόνιονIconiumθέλωto will/desireπεριτέμνωto circumciseτόποςplaceεἴδωto perceive: understandδιαπορεύωto go throughπαραδίδωμιto deliverφυλάσσωto keep/guard: observeδόγμαdecreeἀπόστολοςapostleπρεσβύτεροςelder: ElderἹεροσόλυμαJerusalemμένon the other handἐκκλησίαassemblyστερεόωto strengthenπίστιςfaithπερισσεύωto exceedἀριθμόςnumberδιέρχομαιto pass throughΦρυγίαPhrygiaΓαλατικόςGalatiaχώραcountryκωλύωto preventἅγιοςholyἈσίαAsiaπειράζωto test/tempt: temptΒιθυνίαBithyniaἐάωto allowπαρέρχομαιto pass byκαταβαίνωto come/go downἀνήρmanΜακεδώνMacedoniaἵστημιto standδιαβαίνωto crossβοηθέωto helpεὐθέωςimmediatelyζητέωto seekσυμβιβάζωto join withπροσκαλέωto call to/summonεὐαγγελίζομαιto speak good newsεὐθυδρομέωto sail straightΣαμοθρᾴκηSamothraceἐπιοῦσαto come laterνέοςnewκἀκεῖθενand from thereΦίλιπποιPhilippiπρῶτοςfirstμερίςpartκολωνίαRoman colonyδιατρίβωto remainσάββατονSabbathπύληgateπαράfrom/with/besideποταμόςriverοὗwhitherκαθίζωto seatσυνέρχομαιto assembleπορφυρόπωλιςdealer in purpleΘυάτειραThyatiraσέβομαιbe devoutδιανοίγωto open upκαρδίαheartπροσέχωto watch outεἰifμένωto stayπαραβιάζομαιto urgeπαιδίσκηmaidservantἔχωto have/beΠύθωνdivining spiritὑπαντάωto go meetπαρέχωto furnish occasionμαντεύομαιto divineκατακολουθέωto followκράζωto cryδοῦλοςslaveὕψιστοςHighestὁδόςroadσωτηρίαsalvationδιαπονέωbe vexedἐπιστρέφωto turnΧριστόςChristἐλπίςhopeἐπιλαμβάνωto catchἕλκωto draw/persuadeἀγοράmarketplaceἄρχωνrulerπροσάγωto bring nearἐκταράσσωto disturb greatlyἔθοςcustomἔξεστι, ἐξόνbe permittedπαραδέχομαιto welcomeοὐδέnorσυνεφίστημιto attackὄχλοςcrowdπεριρρήγνυμιto strip offἱμάτιονclothingκελεύωto orderῥαβδίζωto beat with a rodἐπιτίθημιto put/lay onἀσφαλῶςsecurelyτηρέωto keep: observeπαραγγελίαorderτοιοῦτοςsuch as thisἐσωτέρωinnerπούςfootἀσφαλίζωto secureξύλονwoodμεσονύκτιοςmidnightπροσεύχομαιto prayὑμνέωto praiseἐπακροάομαιto listen roἄφνωsuddenlyσεισμόςearthquakeὥστεsoσαλεύωto shakeθεμέλιοςfoundationδεσμωτήριονprisonδεσμόςchainἀνίημιto loosen/leaveἔξυπνοςawakeσπάωto drawμάχαιραswordμέλλωto ensueἑαυτοῦthemselfἀναιρέωto killἐκφεύγωto escapeφωνέωto callφωνήvoice/sound: voiceμηδείςnothingπράσσωto do/requireσεαυτοῦyourselfκακόςevil/harm: evilἐνθάδεin/to this placeαἰτέωto askφῶςlightεἰσπηδάωto rush intoἔντρομοςtremblingπροσπίπτωto fall/beatπροάγωto go/bring beforeτίςwhich?δεῖbe necessaryοἰκίαhomeπαραλαμβάνωto takeλούωto washπαρατίθημιto set beforeτράπεζαtableἀγαλλιάωto rejoiceπανοικίwith all the houseεἰρήνηpeaceδέρωto beat upδημόσιοςpublicἀκατάκριτοςuncondemnedλάθραquietlyἐκβάλλωto expelἀλλάbutῥῆμαdeclarationφοβέωto fearἐρωτάωto askἀπέρχομαιto go away
Scroll to Top