Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Acts 13

Acts 13 in the Greek of Nestle 1904. Acts is part of the historical books.

Greek · History
Acts 13
Nestle 1904 · every word parsed
1
Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.
2
Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς·
3
τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
4
Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος κατῆλθον εἰς Σελεύκιαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον,
5
καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάνην ὑπηρέτην.
6
διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς,
7
ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·
8
ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
9
Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου ἀτενίσας εἰς αὐτὸν
10
εἶπεν Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς τοῦ Κυρίου τὰς εὐθείας;
11
καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
12
τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
13
Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάνης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
14
Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ ἐλθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
15
μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες Ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16
ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν Ἄνδρες Ἰσραηλεῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.
17
ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
18
καί ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
19
καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
20
ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ προφήτου.
21
κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κείς, ἄνδρα ἐκ φυλῆς Βενιαμείν, ἔτη τεσσεράκοντα·
22
καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυεὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας Εὗρον Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
23
τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ Σωτῆρα Ἰησοῦν,
24
προκηρύξαντος Ἰωάνου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
25
ὡς δὲ ἐπλήρου Ἰωάνης τὸν δρόμον, ἔλεγεν Τί ἐμὲ ὑπονοεῖτε εἶναι, οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26
Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.
27
οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
28
καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πειλᾶτον ἀναιρεθῆναι αὐτόν·
29
ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
30
ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
31
ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες νῦν εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
32
καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,
33
ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
34
ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυεὶδ τὰ πιστά.
35
διότι καὶ ἐν ἑτέρῳ λέγει Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.
36
Δαυεὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν·
37
ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοράν.
38
γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι,
39
ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
40
βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις
41
Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42
Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
43
λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ.
44
Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
45
ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες.
46
παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπαν Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
47
οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
48
ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
49
διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας.
50
οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
51
οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον,
52
οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

326 distinct words — each links to every other place it occurs.

ὁthe/this/who146καίand54αὐτόςit/s/he35δέthen25εἰςtoward18ἐνin/on/among16σύyou15εἰμίto be14ἐγώI/we14θεόςGod14ὅςwhich10οὗτοςthis/he/she/it10πᾶςall10ὁράωto see: see10λέγωto say9ἀπόaway from9λόγοςword8ἀνήρman8ΠαῦλοςPaul8οὐno8κύριοςlord: God7ΒαρνάβαςBarnabas6ἐπίupon/to/against6προφήτηςprophet5τεand/both5ἸουδαῖοςJew5ἔρχομαιto come/go5πρόςto/with5λαόςa people5ὡςas/when5ὅτιthat/since: that5κατάaccording to4ΣαῦλοςSaul4πνεῦμαspirit/breath: spirit4ἅγιοςholy4ἸωάννηςJohn4ἀκούωto hear4γάρfor4υἱόςson4πιστεύωto trust (in)4σάββατονSabbath4μετάwith/after4γῆearth: planet4ἐκout from4ἔθνοςGentiles4δίδωμιto give4Δαυείδ, Δαυίδ, ΔαβίδDavid4διαφθοράdecay4ἔργονwork3χείρhand3οὖνtherefore/then3γίνομαιto be3συναγωγήsynagogue3εὑρίσκωto find/meet3τιςone3ἀνθύπατοςproconsul3οὕτωςthus(-ly)3μήnot3ἡμέραday3ἀδελφόςbrother3ἀνίστημιto arise3ἸσραήλIsrael3πατήρfather3ἐγείρωto arise3πληρόωto fulfill3λαλέωto speak3ἈντιόχειαAntioch2νηστεύωto fast2προσκαλέωto call to/summon2τότεthen2μένon the other hand2ὑπόby/under: by2καταγγέλλωto proclaim2διέρχομαιto pass through2ὅλοςall2ἄχριuntil2ΠάφοςPaphos2μάγοςsage2ὄνομαname2ζητέωto seek2διαστρέφωto pervert2πλήθω, πίμπλημιto fill2νῦνnow2βλέπωto see2περίabout2ΠέργηPerga2ὑποστρέφωto return2νόμοςlaw2φοβέωto fear2καθαιρέωto take down2ἔτοςyear2ἕωςuntil2αἰτέωto ask2βασιλεύςking2ἐπαγγελίαpromise2ἸησοῦςJesus2ἄξιοςworthy2πούςfoot2λύωto loose2σωτηρίαsalvation2ἹερουσαλήμJerusalem2κρίνωto judge2γράφωto write2τίθημιto place2νεκρόςdead2πολύςmuch2ὅστιςwho/which2ἐρῶto say2ὅσιοςsacred2διάthrough/because of2δικαιόωto justify2σέβομαιbe devout2πόλιςcity2αἰώνιοςeternal2ζωήlife2ἐκκλησίαassemblyδιδάσκαλοςteacherΣυμεώνSimeonκαλέωto call: callΝίγερNigerΛούκιοςLuciusΚυρηναῖοςCyreneΜαναήνManaenἩρώδηςHerodτετράρχηςtetrarchσύντροφοςbrought up withλειτουργέωto ministerἀφορίζωto separateδήsoπροσεύχομαιto prayἐπιτίθημιto put/lay onἀπολύωto release: releaseἐκπέμπωto send away/outκατέρχομαιto descendΣελεύκειαSeleuciaἐκεῖθενfrom thereἀποπλέωto set sailΚύπροςCyprusΣαλαμίςSalamisἔχωto have/beὑπηρέτηςservantνῆσοςislandψευδοπροφήτηςfalse prophetΒαριησοῦςBar-JesusσύνwithΣέργιοςSergiusσυνετόςintelligentἐπιζητέωto seek afterἀνθίστημιto opposeἘλύμαςElymasμεθερμηνεύωto meanπίστιςfaithἀτενίζωto gazeὦoh!πλήρηςfullδόλοςdeceitῥᾳδιουργίαtrickeryδιάβολοςdevilish/the Devilἐχθρόςenemyδικαιοσύνηrighteousnessπαύωto ceaseὁδόςroadεὐθύςStraightτυφλόςblindἥλιοςsunκαιρόςtime/right timeπαραχρῆμαinstantlyπίπτωto collapseἀχλύςmistσκότοςdarknessπεριάγωto take/go aroundχειραγωγόςguideἐκπλήσσωbe astonishedδιδαχήteachingἀνάγωto leadΠαμφυλίαPamphyliaἀποχωρέωto leaveἹεροσόλυμαJerusalemπαραγίνομαιto comeΠισιδίαPisidiaκαθίζωto seatἀνάγνωσιςreadingἀποστέλλωto sendἀρχισυνάγωγοςsynagogue leaderεἰifπαράκλησιςencouragementκατασείωto signalἸσραηλίτηςIsraeliteἐκλέγωto selectὑψόωto lift upπαροικίαsojourningΑἴγυπτοςEgyptβραχίωνarmὑψηλόςhighἐξάγωto lead outτεσσαρακονταετήςforty yearsχρόνοςtimeτροποφορέωto put up withἔρημοςdesertedἑπτάsevenΧαναάνCanaanκατακληροδοτέωto distributeτετρακόσιοιfour hundredπεντήκονταfiftyκριτήςjudgeΣαμουήλSamuelκἀκεῖθενand from thereΣαούλSaulΚίςKishφυλήtribeΒενιαμίνBenjaminτεσσαράκονταfortyμεθίστημιto moveμαρτυρέωto testifyἸεσσαίJesseκαρδίαheartποιέωto do/make: doθέλημαwill/desireσπέρμαseed: offspringἄγωto bringσωτήρsaviorπροκηρύσσωto announceπρόbeforeπρόσωπονfaceεἴσοδοςentryβάπτισμαbaptismμετάνοιαrepentanceδρόμοςracecourseτίςwhich?ὑπονοέωto supposeἀλλάbutὑπόδημαsandalγένοςfamily: descendantἈβραάμAbrahamἐξαποστέλλωto send out/awayκατοικέωto dwellἄρχωνrulerἀγνοέωbe ignorantφωνήvoice/sound: voiceἀναγινώσκωto readμηδείςnothingαἰτίαcause/chargeθάνατοςdeathΠιλᾶτοςPilateἀναιρέωto killτελέωto finishξύλονwoodμνημεῖονgraveσυναναβαίνωto ascend withΓαλιλαίαGalileeμάρτυςwitnessεὐαγγελίζομαιto speak good newsἐκπληρόωto fulfillτέκνονchildψαλμόςpsalmδεύτεροςsecondlyσήμερονtodayγεννάωto begetμηκέτιnever againμέλλωto ensueπιστόςfaithfulδιότιbecauseἕτεροςotherἴδιοςone's own/privateγενεάgenerationὑπηρετέωto serveβουλήplanκοιμάωto sleepπροστίθημιto add (to)γνωστός, γνώριμοςacquainted withἄφεσιςforgivenessἁμαρτίαsinδύναμαιbe ableΜωϋσῆς, ΜωσῆςMosesἐπέρχομαιto arrive/invadeκαταφρονητήςdespiserθαυμάζωto marvelἀφανίζωto destroyἐργάζομαιto workἐάνifἐκδιηγέομαιto tell in detailἔξειμιto go out/awayπαρακαλέωto plead/comfortμεταξύbetween/meanwhileῥῆμαdeclarationἀκολουθέωto followπροσήλυτοςproselyteπροσλαλέωto talk to/withπείθωto persuadeπροσμένωto remain/persistχάριςgraceσχεδόνnearlyσυνάγωto assembleὄχλοςcrowdζῆλοςzealἀντιλέγωto disputeβλασφημέωto blasphemeπαρρησιάζομαιto preach boldlyἀναγκαῖοςnecessaryπρῶτονfirstἐπειδήsinceἀπωθέωto rejectἑαυτοῦthemselfστρέφωto turnἐντέλλωto orderφῶςlightἔσχατοςlast/leastχαίρωto rejoiceδοξάζωto glorifyὅσοςjust as/how muchτάσσωto appointδιαφέρωto spread/surpassχώραcountryπαροτρύνωto inciteγυνήwomanεὐσχήμωνproperπρῶτοςfirstἐπεγείρωto awaken/rouseδιωγμόςpersecutionἐκβάλλωto expelὅριονregionἐκτινάσσωto shake out/offκονιορτόςdustἸκόνιονIconiumμαθητήςdiscipleχαράjoy
Scroll to Top