Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Acts 11

Acts 11 in the Greek of Nestle 1904. Acts is part of the historical books.

Greek · History
Acts 11
Nestle 1904 · every word parsed
1
Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.
2
Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἱερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
3
λέγοντες ὅτι Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς.
4
ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων
5
Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
6
εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
7
ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
8
εἶπον δέ Μηδαμῶς, Κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
9
ἀπεκρίθη δὲ ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ Ἃ ὁ Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
10
τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
11
καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρίας πρός με.
12
εἶπεν δὲ τὸ Πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
13
ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα· Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
14
ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
15
ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ.
16
ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν Ἰωάνης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.
17
εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;
18
ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ἐδόξασαν τὸν Θεὸν λέγοντες Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
19
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
20
Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἕλληνας, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.
21
καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
22
Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἱερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν ἕως Ἀντιοχείας·
23
ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ,
24
ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.
25
ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
26
καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27
Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·
28
ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμαινεν διὰ τοῦ Πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
29
τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
30
ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

208 distinct words — each links to every other place it occurs.

ὁthe/this/who69καίand38δέthen21εἰςtoward13αὐτόςit/s/he13ἐνin/on/among13ἐγώI/we12εἰμίto be9ἐπίupon/to/against9λέγωto say8κύριοςlord: God8θεόςGod7ὅςwhich7πρόςto/with6ἐκout from6ἈντιόχειαAntioch6ἀνήρman5ὁράωto see: see5σύyou5πνεῦμαspirit/breath: spirit5ἀκούωto hear4ὅτιthat/since: that4ΠέτροςPeter4οὐρανόςheaven4οὗτοςthis/he/she/it4γίνομαιto be4λαλέωto speak4ἀδελφόςbrother3λόγοςword3εἰσέρχομαιto enter3τιςone3ὡςas/when3ἔρχομαιto come/go3ἀποστέλλωto send3ἀπόaway from3οἶκοςhouse: home3ἅγιοςholy3ἸουδαίαJudea2ἔθνοςGentiles2ἹερουσαλήμJerusalem2διακρίνωto judge/doubt2ἄρχομαιto rule/begin2ἸόππηJoppa2μέγαςgreat2ἀρχήbeginning2φωνήvoice/sound: voice2ἀνίστημιto arise2μήnot2μηδείςnothing2ῥῆμαdeclaration2πᾶςall2μένon the other hand2βαπτίζωto baptize2εἰif2οὖνtherefore/then2δίδωμιto give2πιστεύωto trust (in)2ἸησοῦςJesus2ἕωςuntil2ὅστιςwho/which2χείρhand2τεand/both2ἐκκλησίαassembly2ΒαρνάβαςBarnabas2ὄχλοςcrowd2ἱκανόςsufficient2ΣαῦλοςSaul2ὅλοςall2μαθητήςdisciple2διάthrough/because of2ἀπόστολοςapostleκατάaccording toδέχομαιto receiveὅτεwhenἀναβαίνωto ascendπεριτομήcircumcisionἀκροβυστίαuncircumcisionἔχωto have/beσυνεσθίωto eat withἐκτίθημιto explain/exposeκαθεξῆςin orderπόλιςcityπροσεύχομαιto prayἔκστασιςamazementὅραμαvisionκαταβαίνωto come/go downσκεῦοςvesselὀθόνηsheetτέσσαρεςfourκαθίημιto lowerἄχριuntilἀτενίζωto gazeκατανοέωto observeτετράπουςfour-footedγῆearth: planetθηρίονwild animalἑρπετόνreptileπετεινόςbirdθύωto sacrificeφαγεῖνto eatμηδαμῶςsurely notκοινόςcommon: unsanctifiedἤorἀκάθαρτοςuncleanοὐδέποτεneverστόμαmouthἀποκρίνωto answerδεύτεροςsecondlyκαθαρίζωto cleanκοινόωto profaneτρίςthree timesἀνασπάωto pull upπάλινagainἅπαςallἐξαυτῆςimmediatelyτρεῖςThreeἐφίστημιto approachοἰκίαhomeΚαισάρειαCaesareaσυνέρχομαιto assembleσύνwithἕξsixἀπαγγέλλωto announceπῶςhow?!ἄγγελοςangelἵστημιto standμεταπέμπωto summonΣίμωνSimonἐπικαλέωto call (on)/nameσῴζωto saveἐπιπίπτωto fall/press uponὥσπερjust asμιμνήσκωto rememberἸωάννηςJohnὕδωρwaterἴσοςequalδωρεάfree giftΧριστόςChristτίςwhich?δυνατόςableκωλύωto preventἡσυχάζωbe quiet/give upδοξάζωto glorifyἄραthereforeμετάνοιαrepentanceζωήlifeδιασπείρωto scatterθλῖψιςpressureΣτέφανοςStephenδιέρχομαιto pass throughΦοινίκηPhoeniciaΚύπροςCyprusμόνονonlyἸουδαῖοςJewΚύπριοςCyprusΚυρηναῖοςCyreneἝλλην=ἝλληνGreek, Gentileεὐαγγελίζομαιto speak good newsμετάwith/afterπολύςmuchἀριθμόςnumberἐπιστρέφωto turnοὖςearπερίaboutἐξαποστέλλωto send out/awayπαραγίνομαιto comeχάριςgraceχαίρωto rejoiceπαρακαλέωto plead/comfortπρόθεσιςpurposeκαρδίαheartπροσμένωto remain/persistἀγαθόςgoodπλήρηςfullπίστιςfaithπροστίθημιto add (to)ἐξέρχομαιto go outΤαρσόςTarsusἀναζητέωto searchεὑρίσκωto find/meetἄγωto bringἐνιαυτόςyearσυνάγωto assembleδιδάσκωto teachχρηματίζωto announceπρῶτοςfirstΧριστιανόςChristianἡμέραdayκατέρχομαιto descendἹεροσόλυμαJerusalemπροφήτηςprophetεἷςoneὄνομαnameἌγαβοςAgabusσημαίνωto signifyλιμόςhungerμέλλωto ensueοἰκουμένηworldΚλαύδιοςClaudiusκαθώςas/just asεὐπορέωbe prosperousὁρίζωto determineἕκαστοςeachδιακονίαserviceπέμπωto sendκατοικέωto dwellποιέωto do/make: doπρεσβύτεροςelder: Elder
Scroll to Top