Acts 8 in the Greek of Nestle 1904. Acts is part of the historical books.
1
Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρίας πλὴν τῶν ἀποστόλων.
2
συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτῷ.
3
Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
4
Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
5
Φίλιππος δὲ κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρίας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
6
προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
7
πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο· πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν·
8
ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.
9
Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρίας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,
10
ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ καλουμένη Μεγάλη.
11
προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγίαις ἐξεστακέναι αὐτούς.
12
ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
13
ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο.
14
Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάνην,
15
οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν Πνεῦμα Ἅγιον·
16
οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
17
τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
18
ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα, προσήνεγκεν αὐτοῖς χρήματα
19
λέγων Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἅγιον.
20
Πέτρος δὲ εἶπεν πρὸς αὐτόν Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
21
οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ.
22
μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
23
εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
24
ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε.
25
Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο.
26
Ἄγγελος δὲ Κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
27
καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ,
28
ἦν δὲ ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἡσαΐαν.
29
εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
30
προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἡσαΐαν τὸν προφήτην, καὶ εἶπεν Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
31
ὁ δὲ εἶπεν Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
32
ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
33
Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
34
ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
35
ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
36
ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος Ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;
38
καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
39
ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
40
Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάριαν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
235 distinct words — each links to every other place it occurs.
ὁthe/this/who106καίand32δέthen29αὐτόςit/s/he28εἰμίto be13ΦίλιπποςPhilip13λέγωto say12εἰςtoward11ἐπίupon/to/against10σύyou10οὗτοςthis/he/she/it9ἐνin/on/among8ὅςwhich8μέγαςgreat7πνεῦμαspirit/breath: spirit7τεand/both6γάρfor6κύριοςlord: God6ἀνήρman5εὐαγγελίζομαιto speak good news5τιςone5ἀπόaway from5θεόςGod5περίabout5βαπτίζωto baptize5ὁράωto see: see5εὐνοῦχοςeunuch5πᾶςall4κατάaccording to4ΣαμάρειαSamaria4λόγοςword4πόλιςcity4πολύςmuch4ΣίμωνSimon4ὅτιthat/since: that4πρόςto/with4οὐno4ἐγώI/we4πορεύωto travel4ἀναγινώσκωto read4ὕδωρwater4γίνομαιto be3ἹεροσόλυμαJerusalem3ἀπόστολοςapostle3οὖνtherefore/then3προσέχωto watch out3ἀκούωto hear3ὄνομαname3ἐξίστημιto amaze3διάthrough/because of3ἸησοῦςJesus3καταβαίνωto come/go down3λαμβάνωto take3ἅγιοςholy3χείρhand3δέομαιto pray3ὁδόςroad3ἔρχομαιto come/go3ἅρμαchariot3προφήτηςprophet3ὡςas/when3τίςwhich?3ΣαῦλοςSaul2ἐκεῖνοςthat2ἐκκλησίαassembly2διασπείρωto scatter2ποιέωto do/make: do2γυνήwoman2μένon the other hand2διέρχομαιto pass through2ΧριστόςChrist2σημεῖονsign2ἑαυτοῦthemself2ἕωςuntil2δύναμιςpower2ὅτεwhen2πιστεύωto trust (in)2ΠέτροςPeter2ὅπωςthat2ἐπιτίθημιto put/lay on2δίδωμιto give2χρῆμαmoney2ἐάνif2σύνwith2καρδίαheart2ἆραno?2ἀποκρίνωto answer2λαλέωto speak2ὑποστρέφωto return2ἀνίστημιto arise2ἹερουσαλήμJerusalem2ΑἰθίοψEthiopian2ἩσαΐαςIsaiah2ἀναβαίνωto ascend2γραφήa writing2ἀνοίγωto open2στόμαmouth2αἴρωto take up2συνευδοκέωto agree toἀναίρεσιςmurderἡμέραdayδιωγμόςpersecutionχώραcountryἸουδαίαJudeaπλήνbut/howeverσυγκομίζωto entombΣτέφανοςStephenεὐλαβήςdevoutκοπετόςlamentationλυμαίνομαιto ravageοἶκοςhouse: homeεἰσπορεύωto enterσύρωto dragπαραδίδωμιto deliverφυλακήprison/watch: prisonκατέρχομαιto descendκηρύσσωto preachὄχλοςcrowdὑπόby/under: byὁμοθυμαδόνunitedβλέπωto seeἔχωto have/beἀκάθαρτοςuncleanβοάωto cry outφωνήvoice/sound: voiceἐξέρχομαιto go outπαραλύωto paralyzeχωλόςlameθεραπεύωto serve/healχαράjoyπροϋπάρχωbe formerlyμαγεύωto practice magicἔθνοςGentilesμικρόςsmallκαλέωto call: callἱκανόςsufficientχρόνοςtimeμαγείαmagicβασιλείαkingdomπροσκαρτερέωto continue in/withθεωρέωto see/experienceδέχομαιto receiveἀποστέλλωto sendἸωάννηςJohnὅστιςwho/whichπροσεύχομαιto prayοὐδέπωnot yetοὐδείςnoneἐπιπίπτωto fall/press uponμόνονonlyὑπάρχωbe alreadyτότεthenἐπίθεσιςlaying onπροσφέρωto bring toκἀγώand Iἐξουσίαauthorityἵναin order that/toἀργύριονmoneyἀπώλειαdestructionδωρεάfree giftνομίζωto thinkκτάομαιto possesμερίςpartοὐδέnorκλῆροςlotεὐθύςStraightἔναντιbeforeμετανοέωto repentκακίαevilεἰifἀφίημιto release: leaveἐπίνοιαthoughtχολήgallπικρίαbitternessσύνδεσμοςbond(age)ἀδικίαunrighteousnessὑπέρabove/forμηδείςnothingἐπέρχομαιto arrive/invadeἐρῶto sayδιαμαρτύρομαιto testify solemnlyκώμηvillageΣαμαρείτηςSamaritanἄγγελοςangelμεσημβρίαnoon/southΓάζαGazaἔρημοςdesertedδυνάστηςrulerΚανδάκηCandaceβασίλισσαqueenγάζαtreasuryπροσκυνέωto worshipκάθημαιto sitπροσέρχομαιto come near/agreeκολλάωto joinπροστρέχωto hastenγέindeedγινώσκωto knowπῶςhow?!ἄνifδύναμαιbe ableμήnotὁδηγέωto guideπαρακαλέωto plead/comfortκαθίζωto seatπεριοχήpassageπρόβατονsheepσφαγήslaughterἄγωto bringἀμνόςlambἐναντίονin front ofκείρωto shearἄφωνοςmuteοὕτωςthus(-ly)ταπείνωσιςlowlinessκρίσιςjudgmentγενεάgenerationδιηγέομαιto relate fullyγῆearth: planetζωήlifeἤorἕτεροςotherἄρχομαιto rule/beginφημίto assertκωλύωto preventκελεύωto orderἵστημιto standἀμφότεροςbothἐκout fromἁρπάζωto seizeοὐκέτιnot any moreχαίρωto rejoiceεὑρίσκωto find/meetἌζωτοςAzotusΚαισάρειαCaesarea