Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Acts 26

Acts 26 in the Greek of Nestle 1904. Acts is part of the historical books.

Greek · History
Acts 26
Nestle 1904 · every word parsed
1
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο
2
Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι,
3
μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
4
Τὴν μὲν οὖν βίωσίν μου ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασι πάντες Ἰουδαῖοι,
5
προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
6
καὶ νῦν ἐπ’ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος,
7
εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ.
8
τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;
9
ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
10
ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,
11
καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
12
Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων,
13
ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
14
πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
15
ἐγὼ δὲ εἶπα Τίς εἶ, Κύριε; ὁ δὲ Κύριος εἶπεν Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
16
ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
17
ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε,
18
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
19
Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
20
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
21
ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
22
ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
23
εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
24
Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
25
ὁ δὲ Παῦλος Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26
ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων οὐ πείθομαι οὐθέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
27
πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
28
ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.
29
ὁ δὲ Παῦλος Εὐξαίμην ἂν τῷ Θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
30
Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συνκαθήμενοι αὐτοῖς,
31
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον πράσσει ὁ ἄνθρωπος οὗτος.
32
Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

232 distinct words — each links to every other place it occurs.

ὁthe/this/who75καίand29ἐγώI/we22τεand/both15σύyou14ἐνin/on/among13ὅςwhich11εἰςtoward10οὗτοςthis/he/she/it10δέthen8αὐτόςit/s/he8πρόςto/with7πᾶςall7βασιλεύςking7ἈγρίππαςAgrippa6ΠαῦλοςPaul6λέγωto say6θεόςGod6ἸουδαῖοςJew5ἐπίupon/to/against5εἰμίto be5γίνομαιto be5οὐno5φημίto assert4κατάaccording to4ἐκout from4ἔθνοςGentiles4εἰif4πράσσωto do/require4ὁράωto see: see4ἀλλάbut4γάρfor4ἀπολογέομαιto defend oneself3περίabout3ὑπόby/under: by3μέλλωto ensue3ἀκούωto hear3οὖνtherefore/then3ἀπόaway from3ἹεροσόλυμαJerusalem3ὅτιthat/since: that3ἵστημιto stand3ἡμέραday3τίςwhich?3πολύςmuch3ἐξουσίαauthority3διώκωto pursue3φῶςlight3μέγαςgreat3οὐδείςnone3λαλέωto speak3ΦῆστοςFestus3ὑπέρabove/for2ἐγκαλέωto accuse2ἐμαυτοῦmyself2σήμερονtoday2μένon the other hand2εἴδωto perceive: understand2ἐλπίςhope2κρίνωto judge2παράfrom/with/beside2νεκρόςdead2ἸησοῦςJesus2ποιέωto do/make: do2ἀρχιερεύςhigh-priest2λαμβάνωto take2πορεύωto travel2ΔαμασκόςDamascus2φωνήvoice/sound: voice2ΣαούλSaul2κύριοςlord: God2ἀνίστημιto arise2λαόςa people2ἐπιστρέφωto turn2ἄξιοςworthy2προφήτηςprophet2μαίνομαιto rave2πείθωto persuade2πιστεύωto trust (in)2ὀλίγοςlittle/few2δεσμόςchain2ἄνθρωποςa human2ἐπιτρέπωto permitσεαυτοῦyourselfτότεthenἐκτείνωto stretch outχείρhandἡγέομαιto governμακάριοςblessedμάλισταespeciallyγνώστηςexpert inἔθοςcustomζήτημαa question/disputeδιόthereforeδέομαιto prayμακροθυμώςpatientlyβίωσιςlifestyleνεότηςyouthἀρχήbeginningπρογινώσκωto know/chooseἄνωθενfrom above/againἐάνifθέλωto will/desireμαρτυρέωto testifyἀκριβέστατοςstrictestαἵρεσιςsectἡμέτεροςourθρησκείαreligionζάωto liveΦαρισαῖοςPhariseeνῦνnowπατήρfatherἐπαγγελίαpromiseδωδεκάφυλοςtwelve tribesἐκτένειαearnestnessνύξnightλατρεύωto ministerἐλπίζωto hope/expectκαταντάωto come toἄπιστοςunbelievingἐγείρωto ariseδοκέωto thinkὄνομαnameΝαζωραῖοςNazarethδεῖbe necessaryἐναντίοςhostileἅγιοςholyφυλακήprison/watch: prisonκατακλείωto lock upἀναιρέωto killκαταφέρωto vote againstψῆφοςstoneσυναγωγήsynagogueπολλάκιςoftenτιμωρέωto punishἀναγκάζωto compelβλασφημέωto blasphemeπερισσῶςexcessivelyἐμμαίνομαιbe enragedἕωςuntilἔξωout/outside(r)πόλιςcityμετάwith/afterἐπιτροπήcommissionμέσοςmidstὁδόςroadοὐρανόθενfrom heavenλαμπρότηςbrightnessἥλιοςsunπεριλάμπωto shine aroundσύνwithκαταπίπτωto fall downγῆearth: planetἙβραΐςHebrewδιάλεκτοςlanguageσκληρόςhardκέντρονstingλακτίζωto kickπούςfootπροχειρίζωto appointὑπηρέτηςservantμάρτυςwitnessἐξαιρέωto take out/selectἀποστέλλωto sendἀνοίγωto openὀφθαλμόςeyeσκότοςdarknessΣατανᾶςSatanἄφεσιςforgivenessἁμαρτίαsinκλῆροςlotἁγιάζωto sanctifyπίστιςfaithὅθενwhenceἀπειθήςdisobedientοὐράνιοςheavenlyὀπτασίαvisionπρῶτονfirstχώραcountryἸουδαίαJudeaἀπαγγέλλωto announceμετανοέωto repentμετάνοιαrepentanceἔργονworkἕνεκαbecause ofσυλλαμβάνωto seize/conceive/helpἱερόνtempleπειράωto tryδιαχειρίζωto killἐπικουρίαhelpτυγχάνωto obtain/happenἄχριuntilμαρτύρομαιto testifyμικρόςsmallἐκτόςoutside/exceptΜωϋσῆς, ΜωσῆςMosesπαθητόςsufferingΧριστόςChristπρῶτοςfirstἀνάστασιςresurrectionκαταγγέλλωto proclaimγράμμαsomething writtenμανίαinsanityπεριτρέπωto drive insaneκράτιστοςexcellentἀλήθειαtruthσωφροσύνηmental soundnessῥῆμαdeclarationἀποφθέγγομαιto declareἐπίσταμαιto know/understandπαρρησιάζομαιto preach boldlyλανθάνωbe hiddenγωνίαcornerΧριστιανόςChristianεὔχομαιto pray/wish forἄνifμόνονonlyτοιοῦτοςsuch as thisὁποῖοςwhat sort?παρεκτόςexceptἡγεμώνrulerΒερνίκηBerniceσυγκάθημαιto sit withἀναχωρέωto leaveἀλλήλωνone anotherθάνατοςdeathἤorἀπολύωto release: releaseδύναμαιbe ableμήnotἐπικαλέωto call (on)/nameΚαῖσαρCaesar
Scroll to Top