Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Acts 18

Acts 18 in the Greek of Nestle 1904. Acts is part of the historical books.

Greek · History
Acts 18
Nestle 1904 · every word parsed
1
Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
2
καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς,
3
καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ’ αὐτοῖς, καὶ ἠργάζοντο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ.
4
διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
5
Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν.
6
ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
7
καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
8
Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
9
Εἶπεν δὲ ὁ Κύριος ἐν νυκτὶ δι’ ὁράματος τῷ Παύλῳ Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
10
διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
11
Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
12
Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
13
λέγοντες ὅτι Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.
14
μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
15
εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
16
καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
17
ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
18
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλήν· εἶχεν γὰρ εὐχήν.
19
κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις.
20
ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν,
21
ἀλλὰ ἀποταξάμενος καὶ εἰπών Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
22
καὶ κατελθὼν εἰς Καισάριαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν,
23
καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς.
24
Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
25
οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάνου·
26
οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ.
27
βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·
28
εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

214 distinct words — each links to every other place it occurs.

ὁthe/this/who80καίand29αὐτόςit/s/he18δέthen17εἰμίto be13εἰςtoward10ἸουδαῖοςJew10σύyou8οὗτοςthis/he/she/it7ἐνin/on/among7ἀπόaway from6τιςone5διάthrough/because of5ΠαῦλοςPaul5λέγωto say5θεόςGod5ὄνομαname4πᾶςall4συναγωγήsynagogue4λόγοςword4ἐγώI/we4πολύςmuch4ἔρχομαιto come/go3ἈκύλαςAquila3ΠρίσκιλλαPriscilla3γάρfor3κατάaccording to3τεand/both3ἸησοῦςJesus3πρόςto/with3ἐπίupon/to/against3πιστεύωto trust (in)3κύριοςlord: God3ΓαλλίωνGallio3βῆμαjudgement seat3ἜφεσοςEphesus3μετάwith/after2χωρίζωto separate/leave2γένοςfamily: descendant2μένωto stay2παράfrom/with/beside2διαλέγωto dispute2κατέρχομαιto descend2ΧριστόςChrist2κεφαλήhead2οἰκίαhome2σέβομαιbe devout2ὅςwhich2ἀρχισυνάγωγοςsynagogue leader2σύνwith2ἀκούωto hear2μήnot2ἀλλάbut2λαλέωto speak2διότιbecause2οὐδείςnone2διδάσκωto teach2ἈχαΐαAchaia2νόμοςlaw2εἰif2περίabout2οὐno2βούλομαιto plan2ἀδελφόςbrother2ἀποτάσσωto leave2καταντάωto come to2χρόνοςtime2διέρχομαιto pass through2μαθητήςdisciple2γραφήa writing2ὁδόςroad2ἀκριβῶςexactly2ἐκout fromἈθῆναιAthensΚόρινθοςCorinthεὑρίσκωto find/meetΠοντικόςof PontusπροσφάτωςrecentlyἸταλίαItalyγυνήwomanδιατάσσωto directΚλαύδιοςClaudiusῬώμηRomeπροσέρχομαιto come near/agreeὁμότεχνοςof the same tradeἐργάζομαιto workσκηνοποιόςtentmakerτέχνηskillσάββατονSabbathπείθωto persuadeἝλλην=ἝλληνGreek, Gentileὡςas/whenΜακεδονίαMacedoniaΣίλαςSilasΤιμόθεοςTimothyσυνέχωto hold/oppressδιαμαρτύρομαιto testify solemnlyἀντιτάσσωto resistβλασφημέωto blasphemeἐκτινάσσωto shake out/offἱμάτιονclothingαἷμαbloodκαθαρόςcleanνῦνnowἔθνοςGentilesπορεύωto travelμεταβαίνωto departἐκεῖθενfrom thereΤίτοςTitusἸοῦστοςJustusσυνομορέωbe next toΚρίσποςCrispusὅλοςallοἶκοςhouse: homeΚορίνθιοςCorinthianβαπτίζωto baptizeνύξnightὅραμαvisionφοβέωto fearσιωπάωbe quietἐπιτίθημιto put/lay onκακόωto harmλαόςa peopleπόλιςcityκαθίζωto seatἐνιαυτόςyearμήνmonthἕξsixἀνθύπατοςproconsulκατεφίστημιto attackὁμοθυμαδόνunitedἄγωto bringὅτιthat/since: thatἀναπείθωto persuadeἄνθρωποςa humanμέλλωto ensueἀνοίγωto openστόμαmouthμένon the other handἀδίκημαcrimeἤorῥᾳδιούργημαcrimeπονηρόςevil/badὦoh!ἄνifἀνέχωto endureζήτημαa question/disputeὁράωto see: seeκριτήςjudgeἀπελαύνωto ejectἐπιλαμβάνωto catchΣωσθένηςSosthenesτύπτωto strikeἔμπροσθενbeforeμέλωto concernἔτιstillπροσμένωto remain/persistἡμέραdayἱκανόςsufficientἐκπλέωto sail out/awayΣυρίαSyriaκείρωto shearΚεγχρεαίCenchreaeἔχωto have/beεὐχήa vow/prayerκἀκεῖνοςand that oneκαταλείπωto leave behindαὐτοῦthereεἰσέρχομαιto enterἐρωτάωto askἐπινεύωto acceptπάλινagainἀνακάμπτωto returnθέλωto will/desireἀνάγωto leadΚαισάρειαCaesareaἀναβαίνωto ascendἀσπάζομαιto pay respects toἐκκλησίαassemblyκαταβαίνωto come/go downἈντιόχειαAntiochποιέωto do/make: doἐξέρχομαιto go outκαθεξῆςin orderΓαλατικόςGalatiaχώραcountryΦρυγίαPhrygiaστηρίζωto establishἈπολλῶςApollosἈλεξανδρεύςAlexandrianἀνήρmanλόγιοςlearnedδυνατόςableκατηχέωto instructζέωbe ferventπνεῦμαspirit/breath: spiritἐπίσταμαιto know/understandμόνονonlyβάπτισμαbaptismἸωάννηςJohnἄρχομαιto rule/beginπαρρησιάζομαιto preach boldlyπροσλαμβάνωto takeἐκτίθημιto explain/exposeπροτρέπωto encourageγράφωto writeἀποδέχομαιto receiveπαραγίνομαιto comeσυμβάλλωto ponder/conferχάριςgraceεὐτόνωςvehementlyδιακατελέγχομαιto refuteδημόσιοςpublicἐπιδείκνυμιto show/prove
Scroll to Top