Acts 19 in the Greek of Nestle 1904. Acts is part of the historical books.
1
Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς,
2
εἶπέν τε πρὸς αὐτούς Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν Ἀλλ’ οὐδ’ εἰ Πνεῦμα Ἅγιον ἔστιν ἠκούσαμεν.
3
εἶπέν τε Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν Εἰς τὸ Ἰωάνου βάπτισμα.
4
εἶπεν δὲ Παῦλος Ἰωάνης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν.
5
ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ·
6
καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
7
ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.
8
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
9
ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν Ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.
10
τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.
11
Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ Θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου,
12
ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.
13
Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ λέγοντες Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει.
14
ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες.
15
ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ;
16
καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ’ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
17
τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ·
18
πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
19
ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
20
Οὕτως κατὰ κράτος τοῦ Κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.
21
Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν.
22
ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
23
Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς Ὁδοῦ.
24
Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν,
25
οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν,
26
καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.
27
οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
28
Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
29
καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
30
Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί·
31
τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
32
ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
33
ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
34
ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κράζοντες Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
35
καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;
36
ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.
37
ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν.
38
εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.
39
εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
40
καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
272 distinct words — each links to every other place it occurs.
ὁthe/this/who112καίand39δέthen27αὐτόςit/s/he22εἰμίto be17εἰςtoward15λέγωto say12οὗτοςthis/he/she/it12ΠαῦλοςPaul10τεand/both10οὐno10τιςone9γίνομαιto be8πνεῦμαspirit/breath: spirit8ἐπίupon/to/against8πᾶςall7ἐνin/on/among6ἸησοῦςJesus6περίabout6ἸουδαῖοςJew6ὅςwhich6ἔρχομαιto come/go5ἀκούωto hear5κύριοςlord: God5ὅτιthat/since: that5ἐγώI/we5γάρfor5ἌρτεμιςArtemis5πρόςto/with4εἰif4τίςwhich?4οὖνtherefore/then4ὄνομαname4χείρhand4ἀνήρman4θεόςGod4κατάaccording to4ἈσίαAsia4λόγοςword4πονηρόςevil/bad4ἐκout from4μέγαςgreat4ἘφέσιοςEphesian4ἜφεσοςEphesus3μαθητήςdisciple3ἅγιοςholy3πιστεύωto trust (in)3ἀλλάbut3βαπτίζωto baptize3ὡςas/when3ἀπόaway from3δύοtwo3ὥστεso3ποιέωto do/make: do3σύyou3ὄχλοςcrowd3κράζωto cry3ἐκκλησίαassembly3διέρχομαιto pass through2μέροςpart2εὑρίσκωto find/meet2ἸωάννηςJohn2βάπτισμαbaptism2μετάwith/after2εἰσέρχομαιto enter2διαλέγωto dispute2πείθωto persuade2ὁδόςroad2ἐνώπιονbefore2κατοικέωto dwell2Ἕλλην=ἝλληνGreek, Gentile2διάthrough/because of2ἔχωto have/be2γινώσκωto know2ἐπίσταμαιto know/understand2ἄνθρωποςa human2ἰσχύωbe strong2ἐκεῖνοςthat2πολύςmuch2ἱκανόςsufficient2πράσσωto do/require2ΜακεδονίαMacedonia2δεῖbe necessary2ὀλίγοςlittle/few2ΔημήτριοςDemetrius2τεχνίτηςcraftsman2ἐργασίαwork2μόνονonly2κινδυνεύωbe in danger2πόλιςcity2θέατρονtheatre2δῆμοςpeople2ἄλλοςanother2μένon the other hand2ἈλέξανδροςAlexander2καταστέλλωto quiet2ὑπάρχωbe already2μηδείςnothing2ἄγωto bring2οὔτεneither2ἐγκαλέωto accuse2ἈπολλῶςApollosΚόρινθοςCorinthἀνωτερικόςinteriorλαμβάνωto takeοὐδέnorμετάνοιαrepentanceλαόςa peopleἵναin order that/toἐπιτίθημιto put/lay onλαλέωto speakγλῶσσαtongueπροφητεύωto prophesyὡσείlike/as/aboutδώδεκαtwelveσυναγωγήsynagogueπαρρησιάζομαιto preach boldlyμήνmonthτρεῖςThreeβασιλείαkingdomσκληρύνωto hardenἀπειθέωto disobeyκακολογέωto curse/revileπλῆθοςmultitudeἀφίστημιto leaveἀφορίζωto separateἡμέραdayσχολήlecture hallΤύραννοςTyrannusἔτοςyearδύναμιςpowerτυγχάνωto obtain/happenἀσθενέωbe weak: weakἀποφέρωto carry offχρώςskinσουδάριονhandkerchiefἤorσιμικίνθιονapronἀπαλλάσσωto releaseνόσοςillnessἐκπορεύωto departἐπιχειρέωto attemptπεριέρχομαιto go aroundἐξορκιστήςexorcistὀνομάζωto nameὁρκίζωto adjureκηρύσσωto preachΣκευᾶςScevaἀρχιερεύςhigh-priestἑπτάsevenυἱόςsonἀποκρίνωto answerἐφάλλομαιto jump onκατακυριεύωto masterἀμφότεροςbothγυμνόςnakedτραυματίζωto woundἐκφεύγωto escapeοἶκοςhouse: homeγνωστός, γνώριμοςacquainted withἐπιπίπτωto fall/press uponφόβοςfearμεγαλύνωto magnifyἐξομολογέομαιto agreeἀναγγέλλωto reportπρᾶξιςactionπερίεργοςmeddlesome/magicσυμφέρωbe profitableβίβλοςbookκατακαίωto burnσυμψηφίζωto calculateτιμήhonorἀργύριονmoneyμυριάςmyriadπέντεfiveοὕτωςthus(-ly)κράτοςpowerαὐξάνωto growπληρόωto fulfillτίθημιto placeἈχαΐαAchaiaπορεύωto travelἹεροσόλυμαJerusalemἐκεῖthereῬώμηRomeὁράωto see: seeἀποστέλλωto sendδιακονέωto serveΤιμόθεοςTimothyἜραστοςErastusἐπέχωto hold fast/outχρόνοςtimeκαιρόςtime/right timeτάραχοςdisturbanceἀργυροκόποςsilversmithναόςtempleἀργύρεοςsilverπαρέχωto furnish occasionσυναθροίζωto assembleτοιοῦτοςsuch as thisἐργάτηςworkerεὐπορίαprosperityθεωρέωto see/experienceσχεδόνnearlyμεθίστημιto moveἀπελεγμόςdiscreditθεάgoddessἱερόνtempleοὐδείςnoneλογίζομαιto countμέλλωto ensueκαθαιρέωto take downμεγαλειότηςmajestyὅλοςallοἰκουμένηworldσέβομαιbe devoutπλήρηςfullθυμόςwrathπλήθω, πίμπλημιto fillσύγχυσιςconfusionὁρμάωto stampedeὁμοθυμαδόνunitedσυναρπάζωto seizeΓάϊοςGaiusἈρίσταρχοςAristarchusΜακεδώνMacedoniaσυνέκδημοςcompanionβούλομαιto planἐάωto allowἈσιάρχηςAsiarchφίλοςfriendly/friendπέμπωto sendπαρακαλέωto plead/comfortμήnotδίδωμιto giveἑαυτοῦthemselfσυγχέωto confoundεἴδωto perceive: understandἕνεκαbecause ofσυνέρχομαιto assembleσυμβιβάζωto join withπροβάλλωto put forthκατασείωto signalθέλωto will/desireἀπολογέομαιto defend oneselfἐπιγινώσκωto come to knowφωνήvoice/sound: voiceεἷςoneὥραhourγραμματεύςscribeφημίto assertνεωκόροςtemple guardδιοπετήςfallen from heavenἀναντίρρητοςindisputableπροπετήςrecklessἱερόσυλοςtemple robberβλασφημέωto blasphemeσύνwithἀγοραῖοςof the marketplaceἀνθύπατοςproconsulἀλλήλωνone anotherπέρανother sideἐπιζητέωto seek afterἔννομοςunder lawἐπιλύωto explainστάσιςuprisingσήμερονtodayαἴτιοςcauserδύναμαιbe ableἀποδίδωμιto payσυστροφήcommotion/plotἀπολύωto release: release