Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Acts 2

Acts 2 in the Greek of Nestle 1904. Acts is part of the historical books.

Greek · History
Acts 2
Nestle 1904 · every word parsed
1
Καὶ ἐν τῷ συνπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό·
2
καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι,
3
καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν,
4
καὶ ἐπλήσθησαν πάντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.
5
Ἦσαν δὲ εἰς Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·
6
γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
7
ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες Οὐχὶ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
8
καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν,
9
Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμεῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
10
Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι,
11
Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;
12
ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες Τί θέλει τοῦτο εἶναι;
13
ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
14
Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
15
οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,
16
ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ
17
Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται·
18
καίγε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν.
19
καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.
20
ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
21
καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
22
Ἄνδρες Ἰσραηλεῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε,
23
τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,
24
ὃν ὁ Θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ.
25
Δαυεὶδ γὰρ λέγει εἰς αὐτόν Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
26
διὰ τοῦτο ηὐφράνθη μου ἡ καρδία καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι,
27
ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.
28
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
29
Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυείδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
30
προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ,
31
προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐνκατελείφθη εἰς Ἅιδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
32
τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες·
33
τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε.
34
οὐ γὰρ Δαυεὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου,
35
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
36
ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37
Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;
38
Πέτρος δὲ πρὸς αὐτούς Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
39
ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.
40
ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
41
οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι·
42
ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43
Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος· πολλά δὲ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
44
πάντες δὲ οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινά,
45
καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν, καθότι ἄν τις χρείαν εἶχεν.
46
καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ’ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
47
αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

292 distinct words — each links to every other place it occurs.

ὁthe/this/who121καίand66αὐτόςit/s/he26ἐγώI/we20σύyou19εἰμίto be17πᾶςall15δέthen15οὗτοςthis/he/she/it14θεόςGod12ἐπίupon/to/against11ἐνin/on/among10εἰςtoward10λέγωto say10ἡμέραday9ὅτιthat/since: that8τεand/both8κύριοςlord: God8ὅςwhich7πνεῦμαspirit/breath: spirit6ἀνήρman6ἀκούωto hear6διάthrough/because of6ὁράωto see: see5λαλέωto speak5ἀπόaway from5πρόςto/with5γάρfor5γίνομαιto be4ἐκout from4οὐρανόςheaven4γλῶσσαtongue4ἕκαστοςeach4κατάaccording to4οὐno4ἸησοῦςJesus4οὖνtherefore/then4οἶκοςhouse: home3ἅγιοςholy3ἕτεροςother3δίδωμιto give3κατοικέωto dwell3ἸουδαῖοςJew3ΠέτροςPeter3ἐκχέωto pour out3σάρξflesh3τέραςwonders3σημεῖονsign3σῴζωto save3λόγοςword3ποιέωto do/make: do3Δαυείδ, Δαυίδ, ΔαβίδDavid3δεξιόςright3καρδίαheart3ψυχήsoul3ΧριστόςChrist3ἄνif3ἀπόστολοςapostle3ἔχωto have/be3πληρόωto fulfill2ὅλοςall2κάθημαιto sit2διαμερίζωto divide2ὡσείlike/as/about2πῦρfire2καθίζωto seat2εἷςone2καθώςas/just as2ἀποφθέγγομαιto declare2ἹερουσαλήμJerusalem2ὑπόby/under: by2φωνήvoice/sound: voice2ἴδιοςone's own/private2διάλεκτοςlanguage2ἐξίστημιto amaze2ἄλλοςanother2τίςwhich?2προφήτηςprophet2προφητεύωto prophesy2ἐκεῖνοςthat2αἷμαblood2ὄνομαname2εἴδωto perceive: understand2ἀνίστημιto arise2καθότιas/just as2προοράωto foresee2ἐγκαταλείπωto leave behind2ᾍδηςhell: Hades2διαφθοράdecay2μετάwith/after2ἀδελφόςbrother2περίabout2οὔτεneither2ἐπαγγελίαpromise2λαμβάνωto take2βαπτίζωto baptize2πολύςmuch2προστίθημιto add (to)2προσκαρτερέωto continue in/with2ἄρτοςbread2συμπληρόωto (ful)fillπεντηκοστήPentecostὁμοῦtogetherἄφνωsuddenlyἦχοςsoundὥσπερjust asφέρωto bear/leadπνοήwind/breathβίαιοςstrongοὗwhitherπλήθω, πίμπλημιto fillἄρχομαιto rule/beginεὐλαβήςdevoutἔθνοςGentilesσυνέρχομαιto assembleπλῆθοςmultitudeσυγχέωto confoundθαυμάζωto marvelοὐχίnot!ΓαλιλαῖοςGalileanπῶςhow?!γεννάωto begetΠάρθοςParthianΜῆδοςMedeἘλαμίτηςElamiteΜεσοποταμίαMesopotamiaἸουδαίαJudeaΚαππαδοκίαCappadociaΠόντοςPontusἈσίαAsiaΦρυγίαPhrygiaΠαμφυλίαPamphyliaΑἴγυπτοςEgyptμέροςpartΛιβύηLibyaΚυρήνηCyreneἐπιδημέωto sojournῬωμαῖοςRomanπροσήλυτοςproselyteΚρήςCretanἌραψArabianἡμέτεροςourμεγαλεῖοςmightyδιαπορέωbe perplexedθέλωto will/desireχλευάζωto sneerγλεῦκοςsweet wineμεστόωto fillἵστημιto standσύνwithἕνδεκαelevenἐπαίρωto lift upγνωστός, γνώριμοςacquainted withἐνωτίζομαιto listen toῥῆμαdeclarationὡςas/whenὑπολαμβάνωto take up/supposeμεθύωto get drunkὥραhourτρίτοςthirdἀλλάbutἐρῶto sayἸωήλJoelἔσχατοςlast/leastυἱόςsonθυγάτηρdaughterνεανίσκοςyoung manὅρασιςappearance/visionπρεσβύτεροςelder: Elderἐνύπνιονdreamἐνυπνιάζωto dreamκαίγεeven/even thoughδοῦλοςslaveδούληfemale slaveἄνωaboveγῆearth: planetκάτωunderἀτμίςvaporκαπνόςsmokeἥλιοςsunμεταστρέφωto changeσκότοςdarknessσελήνηmoonπρίνbeforeἔρχομαιto come/goμέγαςgreatἐπιφανήςgloriousἐάνifἐπικαλέωto call (on)/nameἸσραηλίτηςIsraeliteΝαζωραῖοςNazarethἀποδείκνυμιto displayδύναμιςpowerμέσοςmidstὁρίζωto determineβουλήplanπρόγνωσιςforeknowledgeἔκδοτοςhanded overχείρhandἄνομοςlawlessπροσπήγνυμιto nail toἀναιρέωto killλύωto looseὠδίνlaborθάνατοςdeathδυνατόςableκρατέωto grasp/seizeἐνώπιονbeforeἵναin order that/toμήnotσαλεύωto shakeεὐφραίνωto celebrateἀγαλλιάωto rejoiceἔτιstillκατασκηνόωto dwellἐλπίςhopeοὐδέnorὅσιοςsacredγνωρίζωto make knownὁδόςroadζωήlifeεὐφροσύνηjoyπρόσωπονfaceἔξεστι, ἐξόνbe permittedπαρρησίαboldnessπατριάρχηςpatriarchτελευτάωto deceaseθάπτωto buryμνῆμαtombἄχριuntilὑπάρχωbe alreadyὅρκοςoathὄμνυμιto swearκαρπόςfruitὀσφῦςloinsθρόνοςthroneἀνάστασιςresurrectionμάρτυςwitnessὑψόωto lift upπαράfrom/with/besideπατήρfatherβλέπωto seeἀναβαίνωto ascendἕωςuntilτίθημιto placeἐχθρόςenemyὑποπόδιονfootstoolπούςfootἀσφαλῶςsecurelyγινώσκωto knowἸσραήλIsraelσταυρόωto crucifyκατανύσσωto pierceλοιπόςremainingμετανοέωto repentἄφεσιςforgivenessἁμαρτίαsinδωρεάfree giftτέκνονchildμακρόςlong/distantὅσοςjust as/how muchπροσκαλέωto call to/summonδιαμαρτύρομαιto testify solemnlyπαρακαλέωto plead/comfortγενεάgenerationσκολιόςcrookedμένon the other handἀποδέχομαιto receiveτρισχίλιοιthree thousandδιδαχήteachingκοινωνίαparticipationκλάσιςbreakingπροσευχήprayerφόβοςfearπιστεύωto trust (in)ἅπαςallκοινόςcommon: unsanctifiedκτῆμαpossessionὕπαρξιςpropertyπιπράσκωto sellτιςoneχρείαneedὁμοθυμαδόνunitedἱερόνtempleκλάωto breakμεταλαμβάνωto partakeτροφήfoodἀγαλλίασιςjoyἀφελότηςsincerityαἰνέωto praiseχάριςgraceλαόςa people
Scroll to Top