Mark 2 in the Greek of Nestle 1904. Mark is one of the four Gospels.
1
Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν.
2
καὶ συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3
καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων.
4
καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο.
5
καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι.
6
ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν
7
Τί οὗτος οὕτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός;
8
καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς, λέγει αὐτοῖς Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9
τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;
10
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς,— λέγει τῷ παραλυτικῷ
11
Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12
καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι Οὕτως οὐδέποτε εἴδαμεν.
13
Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
14
καὶ παράγων εἶδεν Λευεὶν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15
Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ.
16
καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ Ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει;
17
καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς.
18
Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάνου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ Διὰ τί οἱ μαθηταὶ Ἰωάνου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;
19
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν, οὐ δύνανται νηστεύειν.
20
ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
21
Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
22
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.
23
Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
24
καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ Ἴδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
25
καὶ λέγει αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυείδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ;
26
πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
27
καὶ ἔλεγεν αὐτοῖς Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
28
ὥστε κύριός ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
167 distinct words — each links to every other place it occurs.
ὁthe/this/who84καίand53αὐτόςit/s/he31λέγωto say15εἰμίto be9ἐνin/on/among8σύyou7τίςwhich?7μαθητήςdisciple7οὐno7διάthrough/because of6ὅτιthat/since: that6μήnot6δέthen6νηστεύωto fast6εἰςtoward5ἔρχομαιto come/go5παραλυτικόςparalytic5αἴρωto take up5ὁράωto see: see5ἸησοῦςJesus5ἔχωto have/be5μετάwith/after5σάββατονSabbath5δύναμαιbe able4κράββατοςbed4ἀφίημιto release: leave4ἁμαρτίαsin4εἰif4ἄνθρωποςa human4ἐπίupon/to/against4γίνομαιto be4ἁμαρτωλόςsinful4ΦαρισαῖοςPharisee4οἶνοςwine4ἀσκόςwineskin4ἡμέραday3οἶκοςhouse: home3πολύςmuch3ὥστεso3πρόςto/with3διαλογίζομαιto discuss3οὕτωςthus(-ly)3θεόςGod3ἐγείρωto arise3υἱόςson3πᾶςall3ἀκολουθέωto follow3τελώνηςtax collector3ἀλλάbut3ὅςwhich3νυμφίοςbridegroom3παλαιόςold3ποιέωto do/make: do3εἰσέρχομαιto enter2πάλινagain2ἀκούωto hear2λαλέωto speak2ὄχλοςcrowd2ὅπουwhere(-ever)2κατάκειμαιto recline2γραμματεύςscribe2κάθημαιto sit2καρδίαheart2οὗτοςthis/he/she/it2εὐθέωςimmediately2ἐξέρχομαιto go out2οὐδέποτεnever2ἐσθίωto eat2χρείαneed2ἸωάννηςJohn2ἀπόaway from2οὐδείςnone2καινόςnew2νέοςnew2ἔξεστι, ἐξόνbe permitted2φαγεῖνto eat2ΚαπερναούμCapernaumσυνάγωto assembleμηκέτιnever againχωρέωto make room forμηδέnorθύραdoorλόγοςwordφέρωto bear/leadὑπόby/under: byτέσσαρεςfourπροσφέρωto bring toἀποστεγάζωto unroofστέγηroofἐξορύσσωto dig through/outχαλάωto lowerπίστιςfaithτέκνονchildτιςoneἐκεῖthereβλασφημέωto blasphemeεἷςoneἐπιγινώσκωto come to knowπνεῦμαspirit/breath: spiritἑαυτοῦthemselfεὐκοπώτεροςeasyἤorπεριπατέωto walkἵναin order that/toεἴδωto perceive: understandἐξουσίαauthorityγῆearth: planetὑπάγωto goἔμπροσθενbeforeἐξίστημιto amazeδοξάζωto glorifyπαράfrom/with/besideθάλασσαseaδιδάσκωto teachπαράγωto passΛευΐςLeviἈλφαῖοςAlphaeusτελώνιονtax boothἐγώI/weἀνίστημιto ariseοἰκίαhomeσυνανάκειμαιto dine withγάρforἰσχύωbe strongἰατρόςphysicianκακῶςbadlyκαλέωto call: callδίκαιοςjustσόςyourνυμφώνbridegroomὅσοςjust as/how muchχρόνοςtimeὅτανwhen(-ever)ἀπαίρωto take awayτότεthenἐκεῖνοςthatἐπίβλημαpatchῥάκοςa clothἄγναφοςunshrunkἐπιρράπτωto sew onἱμάτιονclothingπλήρωμαfulfillmentχείρωνworse thanσχίσμαsplitβάλλωto throw: throwῥήγνυμιto throw violentlyἀπολλύωto destroyπαραπορεύομαιto pass by/throughσπόριμοςgrainfieldἄρχομαιto rule/beginὁδόςroadτίλλωto pluckστάχυςhead of grainἀναγινώσκωto readΔαυείδ, Δαυίδ, ΔαβίδDavidὅτεwhenπεινάωto hungerπῶςhow?!ἈβιαθάρAbiatharἀρχιερεύςhigh-priestἄρτοςbreadπρόθεσιςpurposeἱερεύςpriestδίδωμιto giveσύνwithκύριοςlord: God