Mark 5 in the Greek of Nestle 1904. Mark is one of the four Gospels.
1
Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν.
2
καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου, εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
3
ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
4
διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·
5
καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
6
καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτόν,
7
καὶ κράξας φωνῇ μεγάλῃ λέγει Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.
8
ἔλεγεν γὰρ αὐτῷ Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
9
καὶ ἐπηρώτα αὐτόν Τί ὄνομά σοι; καὶ λέγει αὐτῷ Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.
10
καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
11
ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·
12
καὶ παρεκάλεσαν αὐτὸν λέγοντες Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
13
καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
14
Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
15
καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν.
16
καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
17
καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
18
καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ’ αὐτοῦ ᾖ.
19
καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ Κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε.
20
καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
21
Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
22
καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,
23
καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ, ἵνα σωθῇ καὶ ζήσῃ.
24
καὶ ἀπῆλθεν μετ’ αὐτοῦ. καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25
Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη,
26
καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
27
ἀκούσασα τὰ περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
28
ἔλεγεν γὰρ ὅτι Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι.
29
καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
30
καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν Τίς μου ἥψατο τῶν ἱματίων;
31
καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις Τίς μου ἥψατο;
32
καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
33
ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
34
ὁ δὲ εἶπεν αὐτῇ Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35
Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
36
ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ Μὴ φοβοῦ, μόνον πίστευε.
37
καὶ οὐκ ἀφῆκεν οὐδένα μετ’ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάνην τὸν ἀδελφὸν Ἰακώβου.
38
καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
39
καὶ εἰσελθὼν λέγει αὐτοῖς Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
40
καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον.
41
καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ Ταλιθὰ κούμ, ὅ ἐστιν μεθερμηνευόμενον Τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.
42
καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ.
43
καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
220 distinct words — each links to every other place it occurs.
ὁthe/this/who100καίand83αὐτόςit/s/he54λέγωto say18εἰςtoward14σύyou12ἐνin/on/among11εἰμίto be11ἔρχομαιto come/go10πολύςmuch9ἸησοῦςJesus8τίςwhich?7ἐγώI/we7ἵναin order that/to6εὐθέωςimmediately5πᾶςall5ὁράωto see: see5ἀπόaway from5ὅτιthat/since: that5παρακαλέωto plead/comfort5δέthen5ὄχλοςcrowd5θάλασσαsea4ἐξέρχομαιto go out4ἐκout from4μήnot4πρόςto/with4χοῖροςpig4μετάwith/after4ἀρχισυνάγωγοςsynagogue leader4ἅπτωto touch4παιδίονchild4πλοῖονboat3πνεῦμαspirit/breath: spirit3ἀκάθαρτοςunclean3ὅςwhich3ἔχωto have/be3ἅλυσιςchain3οὐδείςnone3μέγαςgreat3γάρfor3ὄνομαname3εἰσέρχομαιto enter3γίνομαιto be3δαιμονίζομαιbe demonised3φοβέωto fear3ἀπέρχομαιto go away3οὐno3ἀλλάbut3ποιέωto do/make: do3σῴζωto save3ἱμάτιονclothing3πέρανother side2χώραcountry2ἄνθρωποςa human2μνῆμαtomb2δέωto bind2διάthrough/because of2πέδηfetter2ὑπόby/under: by2ὄροςmountain2κράζωto cry2ἑαυτοῦthemself2θεόςGod2λεγεώνLegion2ἀγέληherd2βόσκωto feed2ἀπαγγέλλωto announce2θεωρέωto see/experience2περίabout2ἄρχομαιto rule/begin2ἀφίημιto release: leave2ὑπάγωto go2οἶκοςhouse: home2ὅσοςjust as/how much2παράfrom/with/beside2χείρhand2συνθλίβωto push against2γυνήwoman2αἷμαblood2δώδεκαtwelve2ἔτοςyear2μηδείςnothing2γινώσκωto know2μάστιξwhip2οὗτοςthis/he/she/it2θυγάτηρdaughter2ἔτιstill2λαλέωto speak2ἀποθνήσκωto die2ἸάκωβοςJames2κλαίωto weep2κοράσιονgirl2ΓερασηνόςGeraseneὑπαντάωto go meetμνημεῖονgraveκατοίκησιςdwellingοὐδέnorοὐκέτιnot any moreδύναμαιbe ableπολλάκιςoftenδιασπάωto tear apartσυντρίβωto breakἰσχύωbe strongδαμάζωto tameνύξnightἡμέραdayκατακόπτωto cutλίθοςstoneμακρόθενfrom afarτρέχωto runπροσκυνέωto worshipφωνήvoice/sound: voiceυἱόςsonὕψιστοςHighestὁρκίζωto adjureβασανίζωto torture: tortureἐπερωτάωto questionἀποστέλλωto sendἔξωout/outside(r)ἐκεῖthereπέμπωto sendἐπιτρέπωto permitὁρμάωto stampedeκατάaccording toκρημνόςcliffὡςas/whenδισχίλιοιtwo thousandπνίγωto chokeφεύγωto fleeπόλιςcityἀγρόςField ofκάθημαιto sitἱματίζωto dressσωφρονέωbe of sound mindδιηγέομαιto relate fullyπῶςhow?!ὅριονregionἐμβαίνωto climbσόςyourκύριοςlord: Godἐλεέωto have mercyκηρύσσωto preachΔεκάπολιςDecapolisθαυμάζωto marvelδιαπεράωto crossπάλινagainσυνάγωto assembleἐπίupon/to/againstεἷςoneἸάειροςJairusπίπτωto collapseπούςfootθυγάτριονlittle daughterἐσχάτωςextremelyἐπιτίθημιto put/lay onζάωto liveἀκολουθέωto followῥύσιςdischargeπάσχωto sufferἰατρόςphysicianδαπανάωto spendὠφελέωto helpμᾶλλονmoreχείρωνworse thanἀκούωto hearὄπισθενafterἐάνifκἄνand/even ifξηραίνωto dryπηγήflowσῶμαbodyἰάομαιto healἐπιγινώσκωto come to knowδύναμιςpowerἐπιστρέφωto turnμαθητήςdiscipleβλέπωto seeπεριβλέπωto look aroundτρέμωto trembleεἴδωto perceive: understandπροσπίπτωto fall/beatἀλήθειαtruthπίστιςfaithεἰρήνηpeaceὑγιήςhealthyσκύλλωto troubleδιδάσκαλοςteacherπαρακούωto ignoreλόγοςwordμόνονonlyπιστεύωto trust (in)συνακολουθέωto accompanyεἰifΠέτροςPeterἸωάννηςJohnἀδελφόςbrotherθόρυβοςcommotionἀλαλάζωto wailθορυβέωto make commotionκαθεύδωto sleepκαταγελάωto mockἐκβάλλωto expelπαραλαμβάνωto takeπατήρfatherμήτηρmotherεἰσπορεύωto enterὅπουwhere(-ever)κρατέωto grasp/seizeταλιθάgirlκοῦμιstand up!μεθερμηνεύωto meanἐγείρωto ariseἀνίστημιto ariseπεριπατέωto walkἐξίστημιto amazeἔκστασιςamazementδιαστέλλωto give ordersδίδωμιto giveφαγεῖνto eat