Mark 11 in the Greek of Nestle 1904. Mark is one of the four Gospels.
1
Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2
καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε.
3
καὶ ἐάν τις ὑμῖν εἴπῃ Τί ποιεῖτε τοῦτο; εἴπατε Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
4
καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5
καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς Τί ποιεῖτε λύοντες τὸν πῶλον;
6
οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
7
καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ αὐτόν.
8
καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας, κόψαντες ἐκ τῶν ἀγρῶν.
9
καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
10
Εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυείδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11
Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψὲ ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12
Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.
13
καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων.
14
καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15
Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν,
16
καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,
17
καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
18
καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19
Καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
20
Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21
καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ Ῥαββεί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς Ἔχετε πίστιν θεοῦ.
23
ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ.
24
διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν.
25
καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
27
Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι,
28
καὶ ἔλεγον αὐτῷ Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
29
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
30
τὸ βάπτισμα τὸ Ἰωάνου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31
καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ, ἐρεῖ Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32
ἀλλὰ εἴπωμεν Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ὄχλον· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάνην ὄντως ὅτι προφήτης ἦν.
33
καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν Οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
191 distinct words — each links to every other place it occurs.
ὁthe/this/who70καίand56αὐτόςit/s/he34λέγωto say21σύyou14εἰςtoward13ἐνin/on/among10οὗτοςthis/he/she/it8ποιέωto do/make: do7ἐκout from7ἔρχομαιto come/go7τιςone6ἸησοῦςJesus6εἰμίto be6πρόςto/with5ἐπίupon/to/against5ἔχωto have/be5ἐγώI/we5ἱερόνtemple5οὐno5ἀποκρίνωto answer5ὅτιthat/since: that5ἹεροσόλυμαJerusalem4εὑρίσκωto find/meet4πῶλοςcolt4ὅςwhich4τίςwhich?4δέthen4ἀφίημιto release: leave4πᾶςall4γάρfor4ἐξουσίαauthority4ΒηθανίαBethany3ἄνθρωποςa human3λύωto loose3ὁράωto see: see3συκῆfig tree3εἰif3ἵναin order that/to3διάthrough/because of3πιστεύωto trust (in)3οὐρανόςheaven3ποῖοςwhat?3ὄροςmountain2ἀποστέλλωto send2μαθητήςdisciple2εὐθέωςimmediately2δέωto bind2οὐδείςnone2καθίζωto seat2φέρωto bear/lead2ἐάνif2κύριοςlord: God2πάλινagain2ἔξωout/outside(r)2ἱμάτιονclothing2ὡσαννάHosanna2εὐλογέωto praise/bless2πατήρfather2εἰσέρχομαιto enter2ὀψέlate2ἐξέρχομαιto go out2ἀπόaway from2φύλλονleaf2μήnot2ἀκούωto hear2πωλέωto sell2οἶκοςhouse: home2ἀρχιερεύςhigh-priest2γραμματεύςscribe2φοβέωto fear2ὄχλοςcrowd2ὅτανwhen(-ever)2γίνομαιto be2ξηραίνωto dry2ἀλλάbut2προσεύχομαιto pray2ἤor2ἐρῶto say2ἸωάννηςJohn2ὅτεwhenἐγγίζωto come nearΒηθφαγήBethphageἐλαίαolive treeδύοtwoὑπάγωto goκώμηvillageκατέναντιbeforeεἰσπορεύωto enterοὔπωnot yetχρείαneedὧδεhereἀπέρχομαιto go awayθύραdoorἄμφοδονstreetἐκεῖthereἵστημιto standκαθώςas/just asἐπιβάλλωto put on/seizeπολύςmuchστρώννυμιto spreadὁδόςroadἄλλοςanotherστοιβάς, στιβάςleafy branchκόπτωto cut/mournἀγρόςField ofπροάγωto go/bring beforeἀκολουθέωto followκράζωto cryὄνομαnameβασιλείαkingdomΔαυείδ, Δαυίδ, ΔαβίδDavidὕψιστοςHighestπεριβλέπωto look aroundἤδηalreadyὥραhourμετάwith/afterδώδεκαtwelveἐπαύριονthe next dayπεινάωto hungerμακρόθενfrom afarἆραno?καιρόςtime/right timeσῦκονfigμηκέτιnever againαἰώνan age: ageμηδείςnothingκαρπόςfruitφαγεῖνto eatἄρχομαιto rule/beginἐκβάλλωto expelἀγοράζωto buyτράπεζαtableκολλυβιστήςmoneychangerκαθέδραseatπεριστεράdoveκαταστρέφωto overturnδιαφέρωto spread/surpassσκεῦοςvesselδιδάσκωto teachγράφωto writeπροσευχήprayerκαλέωto call: callἔθνοςGentilesσπήλαιονcaveλῃστήςrobber/rebelζητέωto seekπῶςhow?!ἀπολλύωto destroyἐκπλήσσωbe astonishedδιδαχήteachingἐκπορεύωto departπόλιςcityπαραπορεύομαιto pass by/throughπρωΐearlyῥίζαrootἀναμιμνήσκωto remindΠέτροςPeterῥαββίRabbiκαταράομαιto curseπίστιςfaithθεόςGodἀμήνamenἄνifαἴρωto take upβάλλωto throw: throwθάλασσαseaδιακρίνωto judge/doubtκαρδίαheartλαλέωto speakὅσοςjust as/how muchαἰτέωto askλαμβάνωto takeστήκωto standκατάaccording toπαράπτωμαtrespassπεριπατέωto walkπρεσβύτεροςelder: Elderδίδωμιto giveἐπερωτάωto questionεἷςoneλόγοςwordβάπτισμαbaptismδιαλογίζομαιto discussἑαυτοῦthemselfοὖνtherefore/thenἅπαςallὄντωςreallyπροφήτηςprophetεἴδωto perceive: understandοὐδέnor