Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Mark 4

Mark 4 in the Greek of Nestle 1904. Mark is one of the four Gospels.

Greek · Gospels
Mark 4
Nestle 1904 · every word parsed
1
Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.
2
καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ
3
Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι.
4
καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.
5
καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
6
καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
7
καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
8
καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἔφερεν εἰς τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.
9
καὶ ἔλεγεν Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.
10
Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς.
11
καὶ ἔλεγεν αὐτοῖς Ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,
12
ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν, μή ποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς.
13
καὶ λέγει αὐτοῖς Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
14
ὁ σπείρων τὸν λόγον σπείρει.
15
οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς.
16
καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
17
καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται.
18
καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες,
19
καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συνπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
20
καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.
21
Καὶ ἔλεγεν αὐτοῖς ὅτι Μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ;
22
οὐ γάρ ἐστιν τι κρυπτὸν, ἐὰν μὴ ἵνα φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν.
23
εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.
24
Καὶ ἔλεγεν αὐτοῖς Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν.
25
ὃς γὰρ ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
26
Καὶ ἔλεγεν Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,
27
καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
28
αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτεν στάχυν, εἶτεν πλήρης σῖτος ἐν τῷ στάχυϊ.
29
ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
30
Καὶ ἔλεγεν Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν;
31
ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς,
32
καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῖν.
33
Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·
34
χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.
35
Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης Διέλθωμεν εἰς τὸ πέραν.
36
καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα πλοῖα ἦν μετ’ αὐτοῦ.
37
καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον.
38
καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
39
καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
40
καὶ εἶπεν αὐτοῖς Τί δειλοί ἐστε οὕτως; πῶς οὐκ ἔχετε πίστιν;
41
καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

207 distinct words — each links to every other place it occurs.

ὁthe/this/who95καίand78αὐτόςit/s/he31ἐνin/on/among17εἰμίto be15λέγωto say13ἀκούωto hear13σπείρωto sow12οὐno11γίνομαιto be10ἔχωto have/be10εἰςtoward9ἐπίupon/to/against9γῆearth: planet9λόγοςword9παραβολήparable8ὅςwhich8πᾶςall6μήnot6θάλασσαsea5πλοῖονboat5ἄλλοςanother5εὐθέωςimmediately5δέthen5ἵναin order that/to5οὗτοςthis/he/she/it5ὅτανwhen(-ever)5μέγαςgreat5πολύςmuch4πίπτωto collapse4ἔρχομαιto come/go4δίδωμιto give4σύyou4ὅτιthat/since: that4τίςwhich?4ὡςas/when4ἄνεμοςwind4παράfrom/with/beside3πρόςto/with3ὄχλοςcrowd3ὥστεso3διάthrough/because of3ἄκανθαa thorn3ἀναβαίνωto ascend3καρπόςfruit3βασιλείαkingdom3θεόςGod3ἐκεῖνοςthat3βλέπωto see3πῶςhow?!3εἶταthen3ἤor3ὑπόby/under: by3τίθημιto place3διδάσκωto teach2ὁράωto see: see2ὁδόςroad2πετεινόςbird2πετρώδηςrocky2ὅπουwhere(-ever)2ὅτεwhen2ῥίζαroot2συμπνίγωto choke2καλόςgood2τριάκονταthirty2ἑξήκονταsixty2ἑκατόνhundred2οὖςear2κατάaccording to2περίabout2ἀφίημιto release: leave2εἴδωto perceive: understand2αἴρωto take up2μετάwith/after2ἀλλάbut2καρποφορέωto bear fruit2γάρfor2τιςone2μετρέωto measure2οὕτωςthus(-ly)2σπόροςseed2καθεύδωto sleep2ἐγείρωto arise2ἡμέραday2στάχυςhead of grain2δύναμαιbe able2λαλέωto speak2ἴδιοςone's own/private2πάλινagainἄρχομαιto rule/beginσυνάγωto assembleἐμβαίνωto climbκάθημαιto sitδιδαχήteachingἐξέρχομαιto go outμένon the other handκατεσθίωto devourἐξανατέλλωto sprout upβάθοςdepthἀνατέλλωto riseἥλιοςsunκαυματίζωto scorchξηραίνωto dryαὐξάνωto growφέρωto bear/leadμόνοςaloneἐρωτάωto askσύνwithδώδεκαtwelveμυστήριονmysteryἔξωout/outside(r)συνίημιto understandπότεwhen?ἐπιστρέφωto turnγινώσκωto knowΣατανᾶςSatanὁμοίωςsimilarlyχαράjoyλαμβάνωto takeἑαυτοῦthemselfπρόσκαιροςtemporaryθλῖψιςpressureδιωγμόςpersecutionσκανδαλίζωto cause to stumbleμέριμναconcernαἰώνan age: ageἀπάτηdeceitπλοῦτοςrichesλοιπόςremainingἐπιθυμίαdesireεἰσπορεύωto enterἄκαρποςunfruitfulὅστιςwho/whichπαραδέχομαιto welcomeμήτιsurely notλύχνοςlampμόδιοςbucketκλίνηbedλυχνίαlampstandκρυπτόςhiddenἐάνifφανερόωto revealοὐδέnorἀπόκρυφοςconcealedφανερόςclearεἰifμέτρονmeasureπροστίθημιto add (to)ἀπόaway fromἄνθρωποςa humanβάλλωto throw: throwνύξnightβλαστάνωto sproutμηκύνωto growαὐτόματοςby itselfπρῶτονfirstχόρτοςgrassπλήρηςfullσῖτοςgrainπαραδίδωμιto deliverἀποστέλλωto sendδρέπανονsickleπαρίστημιto stand byθερισμόςharvestὁμοιόωto likenκόκκοςseedσίναπιmustardμικρόςsmallσπέρμαseed: offspringλάχανονplantποιέωto do/make: doκλάδοςbranchσκιάshadowοὐρανόςheavenκατασκηνόωto dwellτοιοῦτοςsuch as thisκαθώςas/just asχωρίςwithoutμαθητήςdiscipleἐπιλύωto explainὀψίαeveningδιέρχομαιto pass throughπέρανother sideπαραλαμβάνωto takeλαῖλαψstormκῦμαa waveἐπιβάλλωto put on/seizeἤδηalreadyγεμίζωto fillπρύμναsternπροσκεφάλαιονcushionδιδάσκαλοςteacherμέλωto concernἀπολλύωto destroyδιεγείρωto arouseἐπιτιμάωto rebukeσιωπάωbe quietφιμόωto muzzleκοπάζωto abateγαλήνηcalmδειλόςtimidπίστιςfaithφοβέωto fearφόβοςfearἀλλήλωνone anotherἆραno?ὑπακούωto obey
Scroll to Top