Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Mark 8

Mark 8 in the Greek of Nestle 1904. Mark is one of the four Gospels.

Greek · Gospels
Mark 8
Nestle 1904 · every word parsed
1
Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς
2
Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν·
3
καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· καί τινες αὐτῶν ἀπὸ μακρόθεν εἰσίν.
4
καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας;
5
καὶ ἠρώτα αὐτούς Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν Ἑπτά.
6
καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν, καὶ παρέθηκαν τῷ ὄχλῳ.
7
καὶ εἶχαν ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι.
8
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9
ἦσαν δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.
10
Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11
Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συνζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12
καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει Τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13
καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.
14
Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15
καὶ διεστέλλετο αὐτοῖς λέγων Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
16
καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν.
17
καὶ γνοὺς λέγει αὐτοῖς Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18
ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε,
19
ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ Δώδεκα.
20
ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; καὶ λέγουσιν Ἑπτά.
21
καὶ ἔλεγεν αὐτοῖς Οὔπω συνίετε;
22
Καὶ ἔρχονται εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23
καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν Εἴ τι βλέπεις;
24
καὶ ἀναβλέψας ἔλεγεν Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
25
εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα.
26
καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς.
27
Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρίας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
28
οἱ δὲ εἶπαν αὐτῷ λέγοντες ὅτι Ἰωάνην τὸν Βαπτιστήν, καὶ ἄλλοι Ἡλείαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν.
29
καὶ αὐτὸς ἐπηρώτα αὐτούς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ Σὺ εἶ ὁ Χριστός.
30
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
31
Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32
καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33
ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34
Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
35
ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, σώσει αὐτήν.
36
τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ;
37
τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38
ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

209 distinct words — each links to every other place it occurs.

ὁthe/this/who81καίand66αὐτόςit/s/he54λέγωto say21εἰςtoward11ἔχωto have/be10ὅτιthat/since: that9τίςwhich?8μαθητήςdisciple8ἐγώI/we8οὐno8ἄρτοςbread8δέthen7ἄνθρωποςa human7ἐνin/on/among6εἰμίto be6ὄχλοςcrowd5οὗτοςthis/he/she/it5ἑπτάseven5ἐπίupon/to/against4τιςone4αἴρωto take up4μετάwith/after4ἔρχομαιto come/go4σύyou4εἰif4βλέπωto see4γάρfor4ψυχήsoul4ἡμέραday3πάλινagain3φαγεῖνto eat3ἐάνif3ἀπόaway from3πόσοςhow much/many?3δίδωμιto give3ἵναin order that/to3παρατίθημιto set before3κλάσμαfragment3ἄρχομαιto rule/begin3σημεῖονsign3γενεάgeneration3ὁράωto see: see3χείρhand3κώμηvillage3ἐπερωτάωto question3ΠέτροςPeter3ἐπιτιμάωto rebuke3ὅςwhich3πολύςmuch2μήnot2προσκαλέωto call to/summon2τρεῖςThree2ἀπολύωto release: release2οἶκοςhouse: home2ὁδόςroad2ἀποκρίνωto answer2χορτάζωto feed2λαμβάνωto take2κλάωto break2σπυρίςbasket2ὡςas/when2τετρακισχίλιοιfour thousand2ἐμβαίνωto climb2πλοῖονboat2ἐξέρχομαιto go out2ΦαρισαῖοςPharisee2ζητέωto seek2εἷςone2ἑαυτοῦthemself2ζύμηleaven2διαλογίζομαιto discuss2οὔπωnot yet2συνίημιto understand2ὀφθαλμόςeye2ὅτεwhen2τυφλόςblind2ἐπιτίθημιto put/lay on2ἄλλοςanother2υἱόςson2λόγοςword2ὀπίσωafter2θέλωto will/desire2σῴζωto save2ἀπολλύωto destroy2ἐπαισχύνομαιbe ashamed of2ἐκεῖνοςthatσπλαγχνίζωto pityἤδηalreadyπροσμένωto remain/persistνῆστιςfastingἐκλύωto faintμακρόθενfrom afarπόθενwhenceδύναμαιbe ableὧδεhereἐρημίαdesertἐρωτάωto askπαραγγέλλωto orderἀναπίπτωto reclineγῆearth: planetεὐχαριστέωto thankἰχθύδιονlittle fishὀλίγοςlittle/fewεὐλογέωto praise/blessπερίσσευμαoverflowεὐθέωςimmediatelyμέροςpartΔαλμανουθάDalmanuthaσυζητέωto debateπαράfrom/with/besideοὐρανόςheavenπειράζωto test/tempt: temptἀναστενάζωto sigh deeplyπνεῦμαspirit/breath: spiritἀμήνamenἀφίημιto release: leaveἀπέρχομαιto go awayπέρανother sideἐπιλανθάνωto forgetδιαστέλλωto give ordersἩρώδηςHerodπρόςto/withἀλλήλωνone anotherγινώσκωto knowνοέωto understandοὐδέnorπωρόωto hardenκαρδίαheartοὖςearἀκούωto hearμνημονεύωto rememberπέντεfiveπεντακισχίλιοιfive thousandκόφινοςbasketπλήρηςfullδώδεκαtwelveπλήρωμαfulfillmentΒηθσαϊδάBethsaidaφέρωto bear/leadπαρακαλέωto plead/comfortἅπτωto touchἐπιλαμβάνωto catchἐκφέρωto bring/carry outἔξωout/outside(r)πτύωto spitὄμμαeyeἀναβλέπωto look up/againδένδρονtreeπεριπατέωto walkεἶταthenδιαβλέπωto see clearlyἀποκαθίστημιto restoreἐμβλέπωto look into/uponτηλαυγῶςclearlyἅπαςallἀποστέλλωto sendμηδέnorεἰσέρχομαιto enterἸησοῦςJesusΚαισάρειαCaesareaΦίλιπποςPhilipἸωάννηςJohnΒαπτιστήςone who baptizesἩλίαςElijahπροφήτηςprophetΧριστόςChristμηδείςnothingπερίaboutδιδάσκωto teachδεῖbe necessaryπάσχωto sufferἀποδοκιμάζωto rejectὑπόby/under: byπρεσβύτεροςelder: Elderἀρχιερεύςhigh-priestγραμματεύςscribeἀποκτείνωto killἀνίστημιto ariseπαρρησίαboldnessλαλέωto speakπροσλαμβάνωto takeἐπιστρέφωto turnὑπάγωto goΣατανᾶςSatanφρονέωto reasonθεόςGodἀλλάbutσύνwithἀπαρνέομαιto denyσταυρόςcrossἀκολουθέωto followἄνifἕνεκαbecause ofεὐαγγέλιονgospelὠφελέωto helpκερδαίνωto gainκόσμοςworldὅλοςallζημιόωto loseἀντάλλαγμαin exchangeἐμόςmineμοιχαλίςadulterousἁμαρτωλόςsinfulὅτανwhen(-ever)δόξαgloryπατήρfatherἄγγελοςangelἅγιοςholy
Scroll to Top