Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Mark 12

Mark 12 in the Greek of Nestle 1904. Mark is one of the four Gospels.

Greek · Gospels
Mark 12
Nestle 1904 · every word parsed
1
Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν. ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
2
καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος·
3
καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
4
καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν.
5
καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
6
ἔτι ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.
7
ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
8
καὶ λαβόντες ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
9
τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
10
οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11
παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
12
Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13
Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.
14
καὶ ἐλθόντες λέγουσιν αὐτῷ Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
15
ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.
16
οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ Καίσαρος.
17
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ ἐξεθαύμαζον ἐπ’ αὐτῷ.
18
Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες
19
Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20
ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα·
21
καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως·
22
καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα. ἔσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.
23
ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσιν, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24
ἔφη αὐτοῖς ὁ Ἰησοῦς Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;
25
ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς.
26
περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ Βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ;
27
οὐκ ἔστιν Θεὸς νεκρῶν ἀλλὰ ζώντων. πολὺ πλανᾶσθε.
28
Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συνζητούντων, εἰδὼς ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;
29
ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη ἐστίν Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν,
30
καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.
31
δευτέρα αὕτη Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
32
καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς Καλῶς, Διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
33
καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
34
καὶ ὁ Ἰησοῦς, ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυείδ ἐστιν;
36
αὐτὸς Δαυεὶδ εἶπεν ἐν τῷ Πνεύματι τῷ Ἁγίῳ Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου.
37
αὐτὸς Δαυεὶδ λέγει αὐτὸν Κύριον, καὶ πόθεν αὐτοῦ ἐστιν υἱός; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38
Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
39
καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
40
οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι, οὗτοι λήμψονται περισσότερον κρίμα.
41
Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά·
42
καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.
43
καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
44
πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

241 distinct words — each links to every other place it occurs.

ὁthe/this/who103καίand70αὐτόςit/s/he50λέγωto say23εἰμίto be20ἐνin/on/among12ὅτιthat/since: that12θεόςGod12οὗτοςthis/he/she/it11οὐno11ἐκout from11ἐγώI/we10σύyou10δέthen8κύριοςlord: God8ὅλοςall8πρόςto/with7λαμβάνωto take7βάλλωto throw: throw7ἀποστέλλωto send6ἄλλοςanother6πολύςmuch6γυνήwoman6πᾶςall6ἀμπελώνvineyard5γεωργόςfarmer5εἷςone5γάρfor5μήnot5ἸησοῦςJesus5ἵναin order that/to4ἀποκτείνωto kill4ὅςwhich4υἱόςson4τίςwhich?4ἔρχομαιto come/go4δίδωμιto give4εἰςtoward4ἀφίημιto release: leave4εἴδωto perceive: understand4ἐπίupon/to/against4ΚαῖσαρCaesar4ἀδελφόςbrother4ἀποθνήσκωto die4σπέρμαseed: offspring4γραμματεύςscribe4ἀποκρίνωto answer4ἀγαπάωto love4ἀπόaway from3ἔχωto have/be3ὄχλοςcrowd3διδάσκαλοςteacher3ἀλλάbut3ἐπερωτάωto question3ἑπτάseven3πρῶτοςfirst3νεκρόςdead3ὡςas/when3πῶςhow?!3ἀκούωto hear3Δαυείδ, Δαυίδ, ΔαβίδDavid3χήραwidow3γαζοφυλάκιονtreasury3παραβολήparable2ἄνθρωποςa human2οἰκοδομέωto build2δοῦλοςslave2παράfrom/with/beside2δέρωto beat up2κἀκεῖνοςand that one2ἔσχατοςlast/least2ἑαυτοῦthemself2γραφήa writing2ἀναγινώσκωto read2γίνομαιto be2τιςone2περίabout2οὐδείςnone2βλέπωto see2ἀλήθειαtruth2διδάσκωto teach2ἤor2φέρωto bear/lead2ὁράωto see: see2ἀνάστασιςresurrection2Μωϋσῆς, ΜωσῆςMoses2καταλείπωto leave behind2δεύτεροςsecondly2ὅτανwhen(-ever)2ἀνίστημιto arise2πλανάωto lead astray2οὔτεneither2καλῶςwell2ἐντολήcommandment2καρδίαheart2ἰσχύςstrength2πλησίονnear/neighbor2περισσόςexcessive2πτωχόςpoor2ἄρχομαιto rule/beginλαλέωto speakφυτεύωto plantπεριτίθημιto put onφραγμόςfenceὀρύσσωto digὑπολήνιονtroughπύργοςtowerἐκδίδωμιto leaseἀποδημέωto go abroadκαιρόςtime/right timeκαρπόςfruitκενόςemptyπάλινagainκεφαλαιόωto strike a headἀτιμάζωto dishonorμένon the other handἔτιstillἀγαπητόςbelovedἐντρέπωto cause shameἐκεῖνοςthatκληρονόμοςheirδεῦτεcomeκληρονομίαinheritanceἐκβάλλωto expelἔξωout/outside(r)ποιέωto do/make: doἀπολλύωto destroyοὐδέnorλίθοςstoneἀποδοκιμάζωto rejectκεφαλήheadγωνίαcornerθαυμαστόςmarvellousὀφθαλμόςeyeζητέωto seekκρατέωto grasp/seizeφοβέωto fearγινώσκωto knowἀπέρχομαιto go awayΦαρισαῖοςPhariseeἩρωδιανοίHerodianἀγρεύωto catchλόγοςwordἀληθήςtrueμέλωto concernπρόσωπονfaceὁδόςroadἔξεστι, ἐξόνbe permittedκῆνσοςtaxὑπόκρισιςhypocrisyπειράζωto test/tempt: temptδηνάριονdenariusεἰκώνimageἐπιγραφήinscriptionἀποδίδωμιto payθαυμάζωto marvelΣαδδουκαῖοςSadduceeὅστιςwho/whichγράφωto writeἐάνifτέκνονchildἐξανίστημιto raise upτρίτοςthirdὡσαύτωςlikewiseφημίto assertδιάthrough/because ofμηδέnorδύναμιςpowerγαμέωto marryγαμίσκω, γαμίζωto give in marriageἄγγελοςangelοὐρανόςheavenἐγείρωto ariseβίβλοςbookβάτοςthorn bushἈβραάμAbrahamἸσαάκIsaacἸακώβJacobζάωto liveπροσέρχομαιto come near/agreeσυζητέωto debateποῖοςwhat?ἸσραήλIsraelψυχήsoulδιάνοιαmindσεαυτοῦyourselfμέγαςgreatπλήνbut/howeverσύνεσιςunderstandingὁλοκαύτωμαburnt offeringθυσίαsacrificeνουνεχῶςwiselyμακράνfarβασιλείαkingdomοὐκέτιnot any moreτολμάωbe boldἱερόνtempleΧριστόςChristπνεῦμαspirit/breath: spiritἅγιοςholyκάθημαιto sitδεξιόςrightἕωςuntilἄνifτίθημιto placeἐχθρόςenemyὑποκάτωunderπούςfootπόθενwhenceἡδέωςgladlyδιδαχήteachingθέλωto will/desireστολήrobeπεριπατέωto walkἀσπασμόςsalutationἀγοράmarketplaceπρωτοκαθεδρίαseat of honorσυναγωγήsynagogueπρωτοκλισίαplace of honorδεῖπνονdinnerκατεσθίωto devourοἰκίαhomeπρόφασιςpretenseμακρόςlong/distantπροσεύχομαιto prayκρίμαjudgmentκαθίζωto seatκατέναντιbeforeθεωρέωto see/experienceχαλκόςcopper/bronze/coinπλούσιοςrichλεπτόςcoinδύοtwoκοδράντηςpennyπροσκαλέωto call to/summonμαθητήςdiscipleἀμήνamenπερισσεύωto exceedὑστέρησιςpovertyὅσοςjust as/how muchβίοςlife
Scroll to Top