Jeremiah (Ἱερεμίας) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
( 24) Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπεν Κύριος, ἔσομαι εἰς θεὸν τῷ γένει Ἰσραήλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
2
οὕτως εἶπεν Κύριος Εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ.
3
Κύριος πόρρωθεν ὤφθη αὐτῷ. Ἀγάπησιν αἰώνιον ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα.
4
ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ παρθένος Ἰσραήλ· ἐπιλήμψει τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων.
5
ὅτι ἐφυτεύσατε ἀμπελῶνας ἐν ὄρεσιν Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε,
6
ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Ἐφράιμ Ἀνάστητε καὶ ἀνάβητε εἰς Σειὼν πρὸς Κύριον τὸν θεὸν ἡμῶν.
7
ὅτι οὕτως εἶπεν Κύριος τῷ Ἰακώβ Ευφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν, ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε· εἴπατε Ἔσωσεν Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ἰσραήλ.
8
ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ, καὶ συνάξω αὐτοὺς ἀπʼ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φάσεκ· καὶ τεκνοποιήσῃ ὄχλον πολύν, καὶ ἀποστρέψουσιν ὧδε.
9
ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτούς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφράιμ πρωτότοκός μού ἐστιν.
10
Ἀκούσατε λόγους Κυρίου, ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον· εἴπατε Ὁ λικμήσας τὸν Ἰσραὴλ συνάξει αὐτόν, καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ.
11
ὅτι ἐλυτρώσατο Κύριος τὸν Ἰακώβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ.
12
καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σειών, καὶ ἥξουσιν ἐπʼ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔνκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι.
13
τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβῦται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονήν, καὶ ποιήσω αὐτοὺς εὐφραινομένους.
14
μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευεί, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται.
15
Οὕτως εἶπεν Κύριος Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ· Ῥαχὴλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν.
16
οὕτως εἶπεν Κύριος Διαλιπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστιν μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν,
17
μόνιμον τοῖς σοῖς τέκνοις.
18
ἀκοὴν ἤκουσα Ἐφράιμ ὀδυρομένου Ἐπαίδευσάς με καὶ ἐπαιδεύθην· ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ θεός μου.
19
ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα, καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐφʼ ἡμέρας αἰσχύνης, καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου.
20
υἱὸς ἀγαπητὸς Ἐφράιμ ἐμοί, παιδίον ἐντρυφῶν, ὅτι ἀνθʼ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διὰ τοῦτο ἔσπευσα ἐπʼ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτόν, φησὶν Κύριος.
21
Στῆσον σεαυτήν, Σειών, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ἦ ἐπορεύθης ἀποστράφητι, παρθένος Ἰσραήλ, ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα.
22
ἕως πότε ἀποστρέψεις, θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισεν Κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.
23
ὅτι οὕτως εἶπεν Κύριος Ἔτι ἐροῦσιν τὸν λόγον τοῦτον ἐν γῇ Ἰούδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ Εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ·
24
καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἄμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ.
25
ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα.
26
διὰ τοῦτο ἐξηγέρθην καὶ ἴδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη.
27
διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ σπερῶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰουδά, σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους.
28
καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπʼ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπʼ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶν Κύριος.
29
ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν Οἱ πατέοες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν·
30
ἀλλʼ ἡ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.
31
Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν,
32
οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶν Κύριος.
33
ὅτι αὕτη ἡ διαθήκη μου ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ Μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶν Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
34
καὶ οὐ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων Γνῶθι τὸν κύριον· ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
35
ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶν Κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ἰσραήλ, φησὶν Κύριος, περὶ πάντων ὧν ἐποίησαν.
36
οὕτως εἶπεν Κύριος, ὁ δοὺς τὸν ἥλιον εἰς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτός, καὶ κραυγὴν ἐν θαλάσσῃ, καὶ ἐβόμβησεν τὰ κύματα αὐτῆς, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ
37
Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶν Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσαωπόν μου πάσας τὰς ἡμέρας.
38
ἰβοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος. καὶ οἰκοδομηθήσεται πόλις τῷ κυρίῳ ἀπὸ πύργου Ἁναμεὴλ ἕως πύλης τῆς γωνίας,
39
καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρήβ, καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων,
40
καὶ πάντες ἁσαρημὼθ ἕως νάχαλ Κεδρών, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
257 distinct words — each links to every other place it occurs.
ὁthe/this/who83καίand74αὐτόςit/s/he47κύριοςlord: God30ἐγώI/we26ἐνin/on/among25ὅτιthat/since: that19εἰςtoward16οὐno13ἸσραήλIsrael12εἰμίto be11σύyou11ἐπίupon/to/against11λέγωto say10ἡμέραday10φημίto assert10οὕτωςthus(-ly)7οὗτοςthis/he/she/it7ἀπόaway from7γῆearth: planet7ἕωςuntil7πᾶςall7μήnot6ἀποστρέφωto turn away5ἐκout from5θεόςGod4λαόςa people4διάthrough/because of4ὄροςmountain4ἘφραίμEphraim4ποιέωto do/make: do4ψυχήsoul4ὅςwhich4δίδωμιto give4πόλιςcity4ἸούδαςJudas4διαθήκηcovenant4ἐκεῖνοςthat3γένοςfamily: descendant3μετάwith/after3οἰκοδομέωto build3παρθένοςvirgin3σείωto shake3εὐφραίνωto celebrate3ἔθνοςGentiles3ἰδούlook!3κλαυθμόςweeping3γίγνομαιbe born3ἀκούωto hear3λόγοςword3ὥσπερjust as3ἔτιstill3υἱόςson3παύωto cease3ἐπιστρέφωto turn3ἔρχομαιto come/go3ἕκαστοςeach3διατίθημιto make a covenant3οἶκοςhouse: home3ἐάνif3εἶπονto say2ὁράωto see: see2συναγωγήsynagogue2φυτεύωto plant2αἰνέωto praise2ἸακώβJacob2συνάγωto assemble2ἐξέρχομαιto go out2ὁδόςroad2πατήρfather2ποίμνιονflock2χείρhand2ἥκωto come/be present2ἀγαθόςgood2κτῆνοςanimal2πεινάωto hunger2χαίρωto rejoice2φωνήvoice/sound: voice2σόςyour2τέκνονchild2ὕστεροςlater2αἰχμαλωσίαcaptivity2γινώσκωto know2μιμνήσκωto remember2ἐλεέωto have mercy2καρδίαheart2σωτηρίαsalvation2καινόςnew2ἄνθρωποςa human2σπέρμαseed: offspring2ὀδούςtooth2ἁμαρτίαsin2κατάaccording to2νόμοςlaw2φῶςlight2πύληgate2γωνίαcorner2χρόνοςtimeεὑρίσκωto find/meetθερμόςhotἔρημοςdesertedὄλλυμιto destroyμάχαιραswordπόρρωθενafar offἀγάπησιςaffectionαἰώνιοςeternalἀγαπάωto loveοἰκτείρημαpityingτύμπανονa tambourineπαίζωto playἀμπελώνvineyardΣαμάρειαSamariaκλῆσιςcallingἀπολογέομαιto defend oneselfἀναβαίνωto ascendπρόςto/withἡμεῖςweχρεμετίζωto snortκεφαλήheadἀκουστόςaudibleσῴζωto saveκατάλοιποςremainingἄγωto bringβορρᾶςthe northἔσχατοςlast/leastἑορτήfestivalφασέκa passoverτεκνοποιέωto produce childrenὄχλοςcrowdπολύςmuchὧδεhereπαράκλησιςencouragementἀνάγωto leadὕδωρwaterὀρθόςuprightπρωτότοκοςfirstbornἀναγγέλλωto reportνῆσοςislandμακρόςlong/distantφυλάσσωto keep/guard: observeὡςas/whenβόσκωto feedλυτρόωto ransomἐξαιρέωto take out/selectσῖτοςgrainοἶνοςwineκαρπόςfruitπρόβατονsheepξύλονwoodτότεthenνεανίσκοςyoung manπρεσβύτηςold manπένθοςgriefχαρμονήa cause for joyμεγαλύνωto magnifyμεθύωto get drunkἱερεύςpriestΛευΐLeviῬαμᾶRamahθρῆνοςlamentationὀδυρμόςmourningῬαχήλRachelἀποκλαίωto weepἐθέλωbe willingὀφθαλμόςeyeδάκρυ, δάκρυονteardropμισθόςwageἔργονworkἐχθρόςenemyμόνιμοςa stableἀκοήhearingὀδύρομαιto grieveπαιδεύωto instructμόσχοςcalfδιδάσκωto teachαἰσχύνηshameλαμβάνωto takeὀνειδισμόςreproachνεότηςyouthἀγαπητόςbelovedπαιδίονchildἀντίforμνείαremembranceσπεύδωto hastenἵστημιto standτιμωρίαpunishmentὦμοςshoulderἤorπενθέωto mournπότεwhen?θυγάτηρdaughterκτίζωto createκαταφύτευσιςa plantingπεριέρχομαιto go aroundὅτανwhen(-ever)εὐλογέωto praise/blessδίκαιοςjustἅγιοςholyἐνοικέωto dwell in/withἅμαtogetherγεωργόςfarmerδιψάωto thirstὕπνοςsleepἡδύςagreeableκαθαιρέωto take downκακόωto harmγρηγορέωto keep watchκαταφυτεύωto plantἐσθίωto eatἀλλάbutἑαυτοῦthemselfἀποθνήσκωto dieαἱμωδιάωto have tooth-chillsἐξάγωto lead outΑἴγυπτοςEgyptἐμμένωto abide in/byἀμελέωto neglectδιάνοιαmindγράφωto writeπολίτηςcitizenἀδελφόςbrotherοἶδαto knowμικρόςsmallμέγαςgreatἵλεωςpropitious/graciousἀδικίαunrighteousnessὑψόωto lift upοὐρανόςheavenμετέωροςa meteoriteταπεινόωto humbleἔδαφοςgroundκάτωunderπερίaboutἥλιοςsunσελήνηmoonἀστήρstarνύξnightκραυγήshoutingθάλασσαseaκῦμαa waveπαντοκράτωρalmightyὄνομαnameπρόσωπονfaceπύργοςtowerδιαμέτρησιςa measurementἀπέναντιoppositeβουνόςhillπερικυκλόωto surroundκύκλῳsurroundingἐκλεκτόςselectλίθοςstoneἵπποςhorseἀνατολήeastἁγίασμαsanctificationοὐκέτιnot any moreἐκλείπωto failαἰώνan age: age