Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Jeremiah (LXX) 43

Jeremiah (Ἱερεμίας) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Septuagint
Jeremiah (LXX) 43
Swete's Septuagint · every word parsed
1
Ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα ἐγενήθη λόγος Κυρίου πρὸς με λέγων
2
Λάβε σεαυτῷ χαρτίον βιβλίου, καὶ γράψον ἐπʼ αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐλάλησα πρὸς σέ ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ Ἰουδὰ καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφʼ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ, ἀφʼ ἡμερῶν Ἰωσεία βασιλέως Ἰούδα καὶ ἕως τῆς ἡμέρας ταύτης.
3
ἴσως ἀκούσεται ὁ οἶκος Ἰούδα πάντα τὰ κακὰ ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἴνα ἀποστρέψωσιν ἀπὸ ὀδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.
4
καὶ ἐκάλεσεν Ἰερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος Ἰερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐλάλησεν πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου.
5
καὶ ἐνετείλατο Ἰερεμίας τῷ Βαροὺχ λέγων Ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου.
6
καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ἰούδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς.
7
ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον.
8
καὶ ἐποίησεν Βαροὺχ κατὰ πάντα ἂ ἐνετείλατο αὐτῷ Ἰερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους Κυρίου ἐν οἴκῳ Κυρίου.
9
καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ Ἰωακεὶμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν Ἰερουσαλὴμ καὶ οἶκος Ἰούδα.
10
καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἰερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρείου υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.
11
καὶ ἤκουσεν Μειχαίας υἱὸς Γαμαρείου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου.
12
καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, Ἐλεισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ Ἰωναθὰν υἱὸς Ἀκχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς Ἀνανίου καὶ πάντες οἱ ἄρχοντες,
13
καὶ ἀνήγγειλεν αὐτοῖς Μειχαίας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ.
14
καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου υἱὸν Ναθανίου υἱοῦ Σελεμίου υἱοῦ Χουσεὶ λέγοντες Τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἦκε. καὶ ἔλαβεν Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.
15
καὶ εἶπαν αὐτῷ Πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ.
16
καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν Ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἄπαντας τοὺς λόγους τούτους.
17
καὶ τὸν Βαροὺχ ἠρώ τησαν λέγοντες Ποῦ ἔγραψας πάντας τοὺς λόγους τούτους;
18
καὶ εἶπεν Βαρούχ Ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ἰερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ.
19
καὶ εἶπαν τῷ Βαρούχ Βάδισον κατακρύβηθι, σὺ καὶ Ἰερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς.
20
καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ἐλεισά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους.
21
καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ἰουδεὶν λαβεῖν τὸ χαρτίον. καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ἐλεισά, καὶ ἀνέγνω Ἰουδεὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα.
22
καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ, καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.
23
καὶ ἐγγενήθη ἀναγινώσκοντος Ἰουδεὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.
24
καὶ οὐκ ἐζήτησαν, καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους.
25
καὶ Ἐλναθὰν καὶ Γοδολίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ κατακαῦσαι τὸ χαρτίον.
26
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαρεὰ υἱῷ Ἐσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν Ἰερεμίαν· καὶ κατεκρύβησαν.
27
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν, μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαροὺχ ἀπὸ στόματος Ἰερεμίου, λέγων
28
Πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς Ἰωακείμ,
29
καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο, λέγων Διὰ τί ἔγραψας ἐπʼ αὐτῷ λέγων Εἰσ πορευόμενος εἰσ πορεύσεται ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπʼ αὐτῆς ἄνθρωπος καὶ κτήνη;
30
διὰ τοῦτο οὕτως εἶπεν Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυείδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός.
31
καὶ ἐπισκέψομαι ἐπʼ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ, καὶ ἐπάξω ἐπʼ αὐτὸν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ καὶ ἐπὶ γῆν Ἰούδα πάντα τὰ κακὰ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν.
32
καὶ ἔλαβεν Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπʼ αὐτῷ ἀπὸ στόματος Ἰερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου οὓς κατέκαυσεν Ἰωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

139 distinct words — each links to every other place it occurs.

ὁthe/this/who122καίand79αὐτόςit/s/he34ἐνin/on/among23πᾶςall22βασιλεύςking19λόγοςword18ἐπίupon/to/against18υἱόςson15κύριοςlord: God15εἰςtoward15χαρτίονpapyrus paper13οἶκοςhouse: home12πρόςto/with11λέγωto say11οὗτοςthis/he/she/it11ἹερεμίαςJeremiah11ὅςwhich10ἸούδαςJudas8σύyou8ἀπόaway from8οὖςear8λαμβάνωto take7βιβλίονscroll7ἀκούωto hear6λαόςa people6ἀναγινώσκωto read6ἐγώI/we5γράφωto write5ἡμέραday5οὐno5γίγνομαιbe born4λαλέωto speak4εἰμίto be4στόμαmouth4ἐκout from4κατάaccording to4γραμματεύςscribe4ἄρχωνruler4ἀναγγέλλωto report4ἹεροσόλυμαJerusalem3ἐντέλλωto order3πρόσωπονface3ἅπαςall3ἐσχάραa grate3πῦρfire3ἕωςuntil2ἴσωςperhaps2κακόςevil/harm: evil2ποιέωto do/make: do2ἀποστρέφωto turn away2ὁδόςroad2πονηρόςevil/bad2φυλάσσωto keep/guard: observe2μήnot2εἰσέρχομαιto enter2νηστείαfasting2αὐλήpalace/courtyard2καταβαίνωto come/go down2ἀποστέλλωto send2εἶπονto say2πάλινagain2ὡςas/when2ποῦwhere?2ἄνθρωποςa human2κάθημαιto sit2παῖςchild2κατακαίωto burn2ἕτεροςother2οὕτωςthus(-ly)2διάthrough/because of2γῆearth: planet2ἐνιαυτόςyearτέταρτοςfourthσεαυτοῦyourselfἔθνοςGentilesλογίζομαιto countἵναin order that/toἵλεωςpropitious/graciousἀδικίαunrighteousnessἁμαρτίαsinκαλέωto call: callἔρχομαιto come/goπόλιςcityπίπτωto collapseἔλεοςmercyὅτιthat/since: thatμέγαςgreatθυμόςwrathὀργήwrathα, ἈλφαAlphaἔτοςyearὄγδοοςeighthμήνmonthἐπάνωaboveπρόθυρονa thresholdπύληgateκαινόςnewοἰκίαhomeἰδούlook!ἐκεῖthereἈνανίαςAnaniasχείρhandἡμεῖςweσυμβουλεύωto consultἕκαστοςeachπλησίοςdear oneγινώσκωto knowδίδωμιto giveἵστημιto standπερίaboutχειμερινόςof winterτρεῖςThreeτέσσαρεςfourξυρόνa razorῥίπτωto throw/lay downἐκλείπωto failχάρτηςpaperζητέωto seekδιαρρήγνυμιto tearἱμάτιονclothingσυλλαμβάνωto seize/conceive/helpμετάwith/afterἐρῶto sayτιςoneΒαβυλώνBabylonἐξολεθρεύωto destroyκτῆνοςanimalθρόνοςthroneΔαυείδ, Δαυίδ, ΔαβίδDavidθνησιμαῖοςdecaying fleshκαῦμαheatνύξnightγένοςfamily: descendantἐπάγωto bring uponκατοικέωto dwellἔτιstillπροστίθημιto add (to)πολύςmuch
Scroll to Top