Jeremiah (Ἱερεμίας) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Ἐν ἀρχῇ βασιλέως Ἰωακεὶμ υἱοῦ Ἰωσεία ἐγενήθη ὁ λόγος οὗτος παρὰ Κυρίου.
2
Οὕτως εἶπεν Κύριος Στῆθι ἐν αὐλῇ οἴκου Κυρίου, καὶ χρηματιεῖς ἅπασι τοῖς Ἰουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι αὐτοῖς χρηματίσαι, μὴ ἀφέλῃς ῥῆμα.
3
ἵσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.
4
καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν,
5
εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα καὶ οὐκ ἠκούσατέ μου·
6
καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώ, καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσιν τοῖς ἔθνεσιν πάσης τῆς γῆς.
7
καὶ ἤκουσαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς τοῦ Ἰερεμίου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ Κυρίου.
8
καὶ ἐγένετο Ἰερεμίου παυσαμένου λαλοῦντος πάντα ἃ συνέταξεν αὐτῷ Κύριος λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς λέγων Θανάτῳ ἀποθανῇ,
9
ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου λέγων Ὡσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος, καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων· καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ Ἰερεμίαν ἐν οἴκῳ Κυρίου.
10
Καὶ ἤκουσαν οἱ ἄρχοντες Ἰούδα τὸν λόγον τοῦτον, καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου, καὶ ἐκάθισαν ἐν προθύροις πύλης τῆς καινῆς.
11
καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ Κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσεν κατὰ τῆς πόλεως ταύτης καθὼς ἠκούσατε ἐν τοῖς ὑσὶν ὑμῶν.
12
καὶ εἶπεν Ἰερεμίας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων Κύριος ἀπέστειλέν με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους οὓς ἠκούσατε.
13
καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν, καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐφʼ ὑμᾶς.
14
καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν, ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμῖν.
15
ἀλλ᾿ ἢ γνόντες γνώσεσθε ὅτι εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφʼ ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέν με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους.
16
καὶ εἶπαν οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας Οὐκ ἔστι τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ θεοῦ ἡμῶν ἐλάλησεν πρὸς ἡμᾶς.
17
καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ
18
Μειχαίας ὁ Μωραθείτης ἦν ἐν ταῖς ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα καὶ εἶπεν παντὶ τῷ λαῷ Ἰούδα Οὕτως εἶπεν Κύριος Σειὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ εἰς ἄβατον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.
19
μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Ἐζεκίας καὶ πᾶς Ἰουδά; οὐχ ὅτι ἐφοβήθησαν τὸν κύριον, καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐπʼ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπι ψυχὰς ἡμῶν.
20
καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρείας υἱὸς Σαμαίου ἐκ Καριαθιαρείμ, καὶ ἐπροφήτευσεν περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους Ἰερεμίου.
21
καὶ ἤκουσεν ὁ βασιλεὺς Ἰωακεὶμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ, καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν· καὶ ἤκουσεν Οὐρείας, καὶ εἰσῆλθεν εἰς Αἴγυπτον.
22
καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον,
23
καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα· καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ. καὶ ἔριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ.
24
πλὴν χεὶρ Ἀχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ Ἰερεμίου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ, μὴ ἀνελεῖν αὐτόν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
137 distinct words — each links to every other place it occurs.
ὁthe/this/who85καίand59κύριοςlord: God20πᾶςall19αὐτόςit/s/he18οὗτοςthis/he/she/it14ἐνin/on/among13ἐγώI/we13λέγωto say11λαόςa people11οἶκοςhouse: home10ὑμεῖςyou10ἐπίupon/to/against10λόγοςword9ἀκούωto hear9εἰςtoward9ὅςwhich8πρόςto/with8λαλέωto speak7ὅτιthat/since: that7βασιλεύςking6ἹερεμίαςJeremiah6εἰμίto be6μήnot5ἀπόaway from5πόλιςcity5ἄρχωνruler5υἱόςson4κακόςevil/harm: evil4δίδωμιto give4ἀποστέλλωto send4ἱερεύςpriest4ψευδοπροφήτηςfalse prophet4ἸούδαςJudas4προφητεύωto prophesy4ἀναιρέωto kill4οὕτωςthus(-ly)3παύωto cease3ποιέωto do/make: do3κατάaccording to3οὐno3γῆearth: planet3θάνατοςdeath3ὄνομαname3ἄνθρωποςa human3χείρhand3ὡςas/when3γίγνομαιbe born2χρηματίζωto announce2ἅπαςall2σύyou2ὁδόςroad2πονηρόςevil/bad2πρόσωπονface2ὥσπερjust as2κατοικέωto dwell2ἐκout from2κρίσιςjudgment2γινώσκωto know2ἡμεῖςwe2ἀνήρman2ἘζεκίαςHezekiah2ΑἴγυπτοςEgypt2ἀρχήbeginningπαράfrom/with/besideἵστημιto standαὐλήpalace/courtyardἸουδαῖοςJewἔρχομαιto come/goπροσκυνέωto worshipῥῆμαdeclarationἴσωςperhapsἀποστρέφωto turn awayἕκαστοςeachλογίζομαιto countἕνεκαbecause ofἐπιτήδευμαa practiceἐρῶto sayἐάνifνόμιμοςlawfulεἰσακούωto listen toπαῖςchildπροφήτηςprophetὄρθροςdawnκατάραcurseἔθνοςGentilesσυντάσσωto directἐρημόωto lay wasteἀναβαίνωto ascendκαθίζωto seatπρόθυρονa thresholdπύληgateκαινόςnewκαθώςas/just asνῦνnowἔργονworkφωνήvoice/sound: voiceἰδούlook!συμφέρωbe profitableβελτίωνbetterἀλλάbutἤorεἰifαἷμαbloodἀθῷοςinnocentἀλήθειαtruthοὖςearθεόςGodἀνίστημιto ariseπρέσβυςan ambassadorσυναγωγήsynagogueἡμέραdayσείωto shakeἀγρόςField ofἀροτριάωto plowἹεροσόλυμαJerusalemἄβατοςimpassableὄροςmountainἄλσοςa sacred groveδρυμόςa groveφοβέωto fearδέωto bindμέγαςgreatψυχήsoulπερίaboutζητέωto seekἀποκτείνωto killεἰσέρχομαιto enterἐξαποστέλλωto send out/awayἐκεῖθενfrom thereπατάσσωto strikeμάχαιραswordῥίπτωto throw/lay downμνῆμαtombπλήνbut/howeverμετάwith/afterπαραδίδωμιto deliver