Jeremiah (Ἱερεμίας) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμάν, ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ἰούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα.
2
Καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ Κύριος ὁ θεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον,
3
καὶ ἐποίησεν Κύριος, ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς.
4
ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετʼ ἐμοῦ εἰς Βαβυλῶνα, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ·
5
εἰ δέ μή, ἀπότρεχε, ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ υἱοῦ Σαφάν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετʼ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῆ Ἰούδαεἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι, πορεύου. καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν.
6
καὶ ἦλθεν πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῆ.
7
Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῆ, καὶ παρεκατέθεντο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα.
8
καὶ ἦλθεν πρὸς Γοδολίαν εἰς Μασσηφὰ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωνὰν υἱὸς Καρῆε καὶ Σαραιὰ υἱὸς Θαναέμαιθ καὶ υἱοὶ Ἰωφὲ τοῦ Νετωφατεὶ καὶ Ἰεζονίας υἱὸς τοῦ Μοχατεί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.
9
καὶ ὤμοσεν αὐτοῖς Γοδολίας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων Μὴ φοβηθῆτε ἀπὸ προσώπου παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν.
10
καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων οἱ ἂν ἔλθωσιν ἐφʼ ὑμᾶς· καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον, καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν, καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε.
11
καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν Μωὰβ καὶ ἐν υἱοῖς Ἀμμὼν καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλιμμα τῷ Ἰούδα, καὶ ὅτι κατέστησεν ἐπʼ αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ.
12
καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφά, καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον.
13
Καὶ Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ
14
καὶ εἶπαν αὐτῷ Εἰ γνώσει γινώσκεις ὅτι Βελεισὰ βασιλεὺς υἱῶν Ἀμμὼν ἀπέστειλεν πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας.
15
καὶ Ἰωανὰν εἶπεν τῷ Γοθολίᾳ κρυφαίως ἐν Μασσηφά Πορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαήλ, καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ἰουδὰ οἱ συνηγμένοι πρὸς σέ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰούδα.
16
καὶ εἶπεν Γοδολίας πρὸς Ἰωανάν Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις ὑπέρ Ἰσμαήλ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
106 distinct words — each links to every other place it occurs.
ὁthe/this/who60καίand49αὐτόςit/s/he20ἐνin/on/among19σύyou12υἱόςson11εἰςtoward10πρόςto/with9ΒαβυλώνBabylon7γῆearth: planet7ἸούδαςJudas6ὅτιthat/since: that6ἔρχομαιto come/go6λέγωto say5ἐπίupon/to/against5βασιλεύςking5πᾶςall5μήnot4ἀνήρman4ὑμεῖςyou4κύριοςlord: God3μετάwith/after3ἀποστέλλωto send3ἀρχιμάγειροςchief guard3μέσοςmidst3οὗτοςthis/he/she/it3οὐno3ἀκούωto hear3εἰif3ἐγώI/we3ὅςwhich3καθίστημιto appoint/conduct3συνάγωto assemble3Ἰωάννα, ἸωανάνJoanna3γινώσκωto know3πατάσσωto strike3λαμβάνωto take2ποιέωto do/make: do2ἰδούlook!2ἀπόaway from2ἐναντίονin front of2ὀφθαλμόςeye2λαόςa people2δίδωμιto give2ἡγεμώνruler2δύναμιςpower2ἀγρόςField of2πρόσωπονface2ΧαλδαῖοςChaldean2οἶνοςwine2ὀπώραfruit2ἔλαιονolive oil2ψυχήsoul2λόγοςwordγίγνομαιbe bornπαράfrom/with/besideἹερεμίαςJeremiahἐκout fromἀποικίαresettlementθεόςGodλαλέωto speakκακόςevil/harm: evilτόποςplaceφωνήvoice/sound: voiceχείρhandκαλόςgoodτίθημιto placeδέthenἀποτρέχωto run fromἀναστρέφωto live/returnἅπαςallἀγαθόςgoodπορεύωto travelδῶρονgiftκαθίζωto seatκαταλείπωto leave behindγυνήwomanἀποικίζωto exileἸωνάνJonamὄμνυμιto swearφοβέωto fearπαῖςchildκατοικέωto dwellβελτίωνbetterεἰμίto beκάθημαιto sitἵστημιto standκατάaccording toἄνifβάλλωto throw: throwἀγγεῖονjarοἰκέωto dwellπόλιςcityἸουδαῖοςJewἸδουμαίαIdumeaπολύςmuchσφόδραveryεἶπονto sayπιστεύωto trust (in)κρυφαίωςsecretlyδήsoἀπολλύωto destroyκατάλοιποςremainingπρᾶγμαthingψευδήςfalseὑπέρabove/for