Psalms (Ψαλμοί) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ. εὐφρανθήτωσαν νῆσοι πολλαί.
2
νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνυυ αὐτοῦ.
3
πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ·
4
ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ.
5
τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου Κυρίου. ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.
6
ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.
7
αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· προσκυνήσατε αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ.
8
ἤκουσεν καὶ εὐφράνθη Σειών, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κριμάτων σου, Κύριε·
9
ὅτι σὺ εἶ Κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. σφόδρα ὑπερυψώθης ὑπέρ πάντας τοὺς θεούς.
10
οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρόν· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς.
11
φῶς ἀνέτειλεν τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
12
εὐφράνθητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης]αὐτοῦ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
70 distinct words — each links to every other place it occurs.
ὁthe/this/who34αὐτόςit/s/he13καίand9κύριοςlord: God8πᾶςall6γῆearth: planet4δικαιοσύνηrighteousness2ἀπόaway from2πρόσωπονface2προσκυνέωto worship2σύyou2ἐπίupon/to/against2δίκαιοςjust2βασιλεύωto reignἀγαλλιάωto rejoiceνῆσοςislandπολύςmuchνεφέληcloudγνόφοςdarknessκύκλοςsphere, globeκρίμαjudgmentκατόρθωσιςa successπῦρfireἐναντίονin front ofκύκλῳsurroundingἐχθρόςenemyἀστραπήlightningοἰκουμένηworldὁράωto see: seeσαλεύωto shakeὄροςmountainὡσείlike/as/aboutκηρόςbeeswaxἀναγγέλλωto reportοὐρανόςheavenλαόςa peopleδόξαgloryαἰσχύνωbe ashamedγλυπτόςa carvingἐνin/on/amongεἴδωλονidolἄγγελοςangelἀκούωto hearσείωto shakeθυγάτηρdaughterἸουδαίαJudeaἕνεκαbecause ofὅτιthat/since: thatεἰμίto beὕψιστοςHighestσφόδραveryὑπέρabove/forθεόςGodἀγαπάωto loveμισέωto hateπονηρόςevil/badφυλάσσωto keep/guard: observeψυχήsoulὅσιοςsacredἐκout fromχείρhandἁμαρτωλόςsinfulφῶςlightἀνατέλλωto riseκαρδίαheartεὐφροσύνηjoyεὐφραίνωto celebrateἐξομολογέομαιto agreeμνήμηremembranceἁγιωσύνηholiness