Psalms (Ψαλμοί) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις.
2
ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ·
3
ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.
4
ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·
5
ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.
6
τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·
7
συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης. τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.
8
φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ἀπʼ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
9
ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
10
Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων·
11
ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει. λογισμοὶ τῆς καρδίας αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς.
12
μακάριον τὸ ἔθνος οὗ ἐστιν Κύριος ὁ θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.
13
ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων·
14
ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν,
15
ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.
16
οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ·
17
ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.
18
ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ,
19
ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
20
ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν·
21
ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.
22
γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
109 distinct words — each links to every other place it occurs.
ὁthe/this/who44αὐτόςit/s/he21κύριοςlord: God13ἐνin/on/among11καίand10πᾶςall7ἐπίupon/to/against5ὅτιthat/since: that4δέthen4εἰςtoward4ἔλεοςmercy3γῆearth: planet3δύναμιςpower3βουλήplan3καρδίαheart3ἐκout from3οὐno3σῴζωto save3ἐλπίζωto hope/expect3λόγοςword2ἔργονwork2οὐρανόςheaven2ἀπόaway from2κατοικέωto dwell2γίγνομαιbe born2ἔθνοςGentiles2ἀθετέωto reject2λογισμόςthought2λαόςa people2γενεάgeneration2ὅςwhich2εἰμίto be2ἐπιβλέπωto look upon/at2πλῆθοςmultitude2ψυχήsoul2ἡμεῖςwe2ἐγώI/we2σύyou2ἀγαλλιάωto rejoiceδίκαιοςjustπρέπωbe properαἴνεσιςpraiseἐξομολογέομαιto agreeκιθάραharpψαλτήριονa psalteryδεκάχορδοςten-stringedᾆσμαa songκαινόςnewκαλῶςwellἀλαλαγμόςa shoutεὐθήςrightπίστιςfaithἀγαπάωto loveἐλεημοσύνηcharityκρίσιςjudgmentπλήρηςfullστερεόωto strengthenπνεῦμαspirit/breath: spiritστόμαmouthσυνάγωto assembleὡςas/whenἀσκόςwineskinὕδωρwaterθάλασσαseaτίθημιto placeθησαυρόςtreasureἄβυσσοςabyssοἰκουμένηworldεἶπονto sayἐντέλλωto orderκτίζωto createδιασκεδάζωto disperseἄρχωbe firstαἰώνan age: ageμένωto stayμακάριοςblessedθεόςGodἐκλέγωto selectκληρονομίαinheritanceἑαυτοῦthemselfὁράωto see: seeυἱόςsonἄνθρωποςa humanἕτοιμοςreadyκατοικητήριονdwelling placeκατάaccording toμόνοςaloneσυνίημιto understandβασιλεύςkingδιάthrough/because ofπολύςmuchγίγαςa giantἰσχύςstrengthψευδήςfalseἵπποςhorseσωτηρίαsalvationἰδούlook!ὀφθαλμόςeyeφοβέωto fearῥύομαιto rescueθάνατοςdeathλιμόςhungerὑπομένωto remain/endureβοηθόςa helperὑπερασπιστήςa defenderεὐφραίνωto celebrateὄνομαnameἅγιοςholyκαθάπερjust as