Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Psalms (LXX) 74

Psalms (Ψαλμοί) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Septuagint
Psalms (LXX) 74
Swete's Septuagint · every word parsed
1
Εἰς τὸ τέλος· μὴ διαφθείρης· ψαλμὸς τῷ Ἀσὰφ ᾠδῆς.
2
Ἐξομολογησόμεθά σοι, ὁ θεός, ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου,
3
ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ.
4
ἐτάκη ή γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα.
5
εἶπα τοῖς παρανομοῦσιν μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας·
6
μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν. μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν·
7
ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων,
8
ὅτι ὁ θεὸς κριτής ἐστιν· τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ.
9
ὅτι ποτήριρν ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος. καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, καὶ πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.
10
ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ἰακώβ·
11
καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

66 distinct words — each links to every other place it occurs.

Scroll to Top