Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Psalms (LXX) 63

Psalms (Ψαλμοί) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Septuagint
Psalms (LXX) 63
Swete's Septuagint · every word parsed
1
Bἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
2
Εἰσάκουσον, ὁ θεός, τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.
4
οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρόν,
5
τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον· ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται.
6
ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν Τἰς ὄψεται αὐτούς;
7
ἐξηραύνησαν ἀνομίαν, ἐξέλιπον ἐξεραυνῶντες ἐξεραυνήσει· προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα,
8
καὶ ὑψωθήσεται ὁ θεός. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν,
9
καὶ ἐξουθένησαν αὐτὸν αἱ γλῶσσαι αὐτῶν. ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς,
10
καὶ ἐφοβήθη πᾶς ἄνθρωπος· καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ, καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.
11
εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ, καὶ ἐλπιεῖ ἐπʼ αὐτόν. καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

67 distinct words — each links to every other place it occurs.

Scroll to Top