Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Romans 2

Romans 2 in the Greek of Nestle 1904. Romans is one of the letters attributed to Paul.

Greek · Letters of Paul
Romans 2
Nestle 1904 · every word parsed
1
Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.
2
οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
3
λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ;
4
ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
5
κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ,
6
ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
7
τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον·
8
τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ θυμός.
9
θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
10
δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
11
οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ Θεῷ.
12
Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται·
13
οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ νόμου δικαιωθήσονται.
14
ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος·
15
οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συνμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων,
16
ἐν ᾗ ἡμέρᾳ κρίνει ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ.
17
Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν Θεῷ
18
καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου,
19
πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει,
20
παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ·
21
ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις;
22
ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς;
23
ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;
24
τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται.
25
περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν.
26
ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;
27
καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.
28
οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή·
29
ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ Θεοῦ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

163 distinct words — each links to every other place it occurs.

ὁthe/this/who81καίand26νόμοςlaw19ἐνin/on/among15θεόςGod11γάρfor9δέthen8εἰμίto be7κρίνωto judge7αὐτόςit/s/he7σύyou7οὐno7περιτομήcircumcision6ἄνθρωποςa human5ὅςwhich5κατάaccording to5ἐκout from5ἸουδαῖοςJew5διάthrough/because of5σεαυτοῦyourself4πράσσωto do/require4μήnot4ἀκροβυστίαuncircumcision4πᾶςall3ὅτιthat/since: that3ἀλήθειαtruth3καρδίαheart3ὀργήwrath3ἔργονwork3τεand/both3ἀλλάbut3ἔχωto have/be3ἐάνif3ὦoh!2ἕτεροςother2κρίμαjudgment2ἐπίupon/to/against2τοιοῦτοςsuch as this2λογίζομαιto count2οὗτοςthis/he/she/it2ποιέωto do/make: do2ἤor2εἰςtoward2ἡμέραday2μένon the other hand2ἀγαθόςgood2δόξαglory2τιμήhonor2πείθωto persuade2πρῶτονfirst2Ἕλλην=ἝλληνGreek, Gentile2παράfrom/with/beside2ὅσοςjust as/how much2ἀνόμωςwithout law2ἁμαρτάνωto sin2ἔθνοςGentiles2φύσιςnature2κρυπτόςhidden2καυχάομαιto boast2οὖνtherefore/then2διδάσκωto teach2κλέπτωto steal2μοιχεύωto commit adultery2παραβάτηςtransgresor2γράμμαsomething written2φανερόςclear2διόthereforeἀναπολόγητοςinexcusableκατακρίνωto condemnεἴδωto perceive: understandἐκφεύγωto escapeπλοῦτοςrichesχρηστότηςkindnessἀνοχήtoleranceμακροθυμίαpatienceκαταφρονέωto despiseἀγνοέωbe ignorantχρηστόςgood/kindμετάνοιαrepentanceἄγωto bringσκληρότηςhardnessἀμετανόητοςunrepentantθησαυρίζωto store upἀποκάλυψιςrevelationδικαιοκρισίαjusticeἀποδίδωμιto payἕκαστοςeachὑπομονήperseveranceἀφθαρσίαincorruptibilityζητέωto seekζωήlifeαἰώνιοςeternalἐριθείαrivalryἀπειθέωto disobeyἀδικίαunrighteousnessθυμόςwrathθλῖψιςpressureστενοχωρίαhardshipψυχήsoulκατεργάζομαιto workout/produceκακόςevil/harm: evilεἰρήνηpeaceἐργάζομαιto workπροσωποληψίαfavoritismἀπολλύωto destroyἀκροατήςhearerδίκαιοςjustποιητήςdoerδικαιόωto justifyὅτανwhen(-ever)ἑαυτοῦthemselfὅστιςwho/whichἐνδείκνυμιto showγραπτόςwrittenσυμμαρτυρέωto testify withσυνείδησιςconscienceμεταξύbetween/meanwhileἀλλήλωνone anotherλογισμόςthoughtκατηγορέωto accuseἀπολογέομαιto defend oneselfεὐαγγέλιονgospelἐγώI/weΧριστόςChristἸησοῦςJesusεἰifἐπονομάζωto nameἐπαναπαύωto rest/rely onγινώσκωto knowθέλημαwill/desireδοκιμάζωto testδιαφέρωto spread/surpassκατηχέωto instructὁδηγόςguide/leaderτυφλόςblindφῶςlightσκότοςdarknessπαιδευτήςinstructorἄφρωνfoolishδιδάσκαλοςteacherνήπιοςchildμόρφωσιςformγνῶσιςknowledgeκηρύσσωto preachλέγωto sayβδελύσσομαιto abhorεἴδωλονidolἱεροσυλέωto despoil a templeπαράβασιςtransgressionἀτιμάζωto dishonorὄνομαnameβλασφημέωto blasphemeκαθώςas/just asγράφωto writeὠφελέωto helpγίνομαιto beδικαίωμαrighteous actφυλάσσωto keep/guard: observeτελέωto finishοὐδέnorσάρξfleshπνεῦμαspirit/breath: spiritἔπαινοςpraise
Scroll to Top