Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Romans 13

Romans 13 in the Greek of Nestle 1904. Romans is one of the letters attributed to Paul.

Greek · Letters of Paul
Romans 13
Nestle 1904 · every word parsed
1
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν.
2
ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται.
3
οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
4
Θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
5
διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
6
διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
7
ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
8
Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.
9
τὸ γάρ Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
10
ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11
Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.
12
ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.
13
ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ·
14
ἀλλὰ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

120 distinct words — each links to every other place it occurs.

ὁthe/this/who51γάρfor10οὐno9καίand9εἰμίto be7μήnot7θεόςGod6δέthen6ἐξουσίαauthority4κακόςevil/harm: evil4εἰςtoward4οὗτοςthis/he/she/it4εἰif3φόβοςfear3ἀγαθόςgood3ἀλλάbut3ποιέωto do/make: do3σύyou3διάthrough/because of3φόροςtax3ἀγαπάωto love3ἐνin/on/among3πᾶςall2ὑποτάσσωto subject2ὑπόby/under: by2ἀνθίστημιto oppose2ἔργονwork2φοβέωto fear2ἐκout from2αὐτόςit/s/he2διάκονοςservant2ὀργήwrath2τέλοςgoal/tax2τιμήhonor2μηδείςnothing2ἕτεροςother2νόμοςlaw2πλησίονnear/neighbor2ὡςas/when2ἀγάπηlove2οὖνtherefore/then2ἡμέραday2ἐνδύωto put on2ψυχήsoulὑπερέχωbe higherτάσσωto appointὥστεsoἀντιτάσσωto resistδιαταγήordinanceἑαυτοῦthemselfκρίμαjudgmentλαμβάνωto takeἄρχωνrulerθέλωto will/desireἔχωto have/beἔπαινοςpraiseἐάνifεἰκῇin vainμάχαιραswordφορέωto wearἔκδικοςavengingπράσσωto do/requireδιόthereforeἀνάγκηnecessityμόνονonlyσυνείδησιςconscienceτελέωto finishλειτουργόςministerπροσκαρτερέωto continue in/withἀποδίδωμιto payὀφειλήdebtὀφείλωto oweἀλλήλωνone anotherπληρόωto fulfillμοιχεύωto commit adulteryφονεύωto murderκλέπτωto stealἐπιθυμέωto long forτιςoneἐντολήcommandmentλόγοςwordἀνακεφαλαιόομαιto summariseσεαυτοῦyourselfἐργάζομαιto workπλήρωμαfulfillmentεἴδωto perceive: understandκαιρόςtime/right timeὅτιthat/since: thatὥραhourἤδηalreadyὕπνοςsleepἐγείρωto ariseνῦνnowἐγγύτεροςnearerἐγώI/weσωτηρίαsalvationἤorὅτεwhenπιστεύωto trust (in)νύξnightπροκόπτωto advanceἐγγίζωto come nearἀποτίθημιto put asideσκότοςdarknessὅπλονweaponφῶςlightεὐσχημόνωςproperlyπεριπατέωto walkκῶμοςorgyμέθηdrunkennessκοίτηbedἀσέλγειαdebaucheryἔριςquarrelζῆλοςzealκύριοςlord: GodἸησοῦςJesusΧριστόςChristσάρξfleshπρόνοιαforesightἐπιθυμίαdesire
Scroll to Top