Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Romans 12

Romans 12 in the Greek of Nestle 1904. Romans is one of the letters attributed to Paul.

Greek · Letters of Paul
Romans 12
Nestle 1904 · every word parsed
1
Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν τῷ Θεῷ εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν·
2
καὶ μὴ συνσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
3
Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως.
4
καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
5
οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη.
6
ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως·
7
εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ·
8
εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει· ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι.
9
ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ·
10
τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
11
τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες,
12
τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
13
ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
14
εὐλογεῖτε τοὺς διώκοντας, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
15
χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
16
τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς.
17
μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·
18
εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες·
19
μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.
20
ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
21
μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

145 distinct words — each links to every other place it occurs.

ὁthe/this/who58ἐνin/on/among10μήnot8σύyou7ἀλλάbut6αὐτόςit/s/he5θεόςGod4καίand4εἰςtoward4γάρfor4ἐγώI/we4πᾶςall4φρονέωto reason4ἀλλήλωνone another4εἴτεwhether4κακόςevil/harm: evil4σῶμαbody3ἀγαθόςgood3δίδωμιto give3εἷςone3μέλοςmember3ἔχωto have/be3δέthen3κατάaccording to3χαίρωto rejoice3μετάwith/after3παρακαλέωto plead/comfort2διάthrough/because of2ἅγιοςholy2εὐάρεστοςwell-pleasing2οὗτοςthis/he/she/it2λέγωto say2χάριςgrace2εἰμίto be2παράfrom/with/beside2πίστιςfaith2πολύςmuch2διακονίαservice2σπουδήdiligence2κύριοςlord: God2διώκωto pursue2εὐλογέωto praise/bless2κλαίωto weep2ἑαυτοῦthemself2ἄνθρωποςa human2ἐάνif2νικάωto conquer2οὖνtherefore/thenἀδελφόςbrotherοἰκτιρμόςcompassionπαρίστημιto stand byθυσίαsacrificeζάωto liveλογικόςspiritualλατρείαministryσυσχηματίζωto conform toαἰώνan age: ageμεταμορφόωto transformἀνακαίνωσιςrenewalνοῦςmindδοκιμάζωto testτίςwhich?θέλημαwill/desireτέλειοςperfectὑπερφρονέωbe haughtyὅςwhichδεῖbe necessaryσωφρονέωbe of sound mindἕκαστοςeachὡςas/whenμερίζωto divideμέτρονmeasureκαθάπερjust asοὐnoπρᾶξιςactionοὕτωςthus(-ly)ΧριστόςChristχάρισμαgiftδιάφοροςdifferentπροφητείαprophecyἀναλογίαproportionδιδάσκωto teachδιδασκαλίαteachingπαράκλησιςencouragementμεταδίδωμιto shareἁπλότηςopennessπροΐστημιto set beforeἐλεέωto have mercyἱλαρότηςcheerfulnessἀγάπηloveἀνυπόκριτοςgenuineἀποστυγέωto abhorπονηρόςevil/badκολλάωto joinφιλαδελφίαbrotherly loveφιλόστοργοςaffectionateτιμήhonorπροηγέομαιto preferὀκνηρόςlazyπνεῦμαspirit/breath: spiritζέωbe ferventδουλεύωbe a slaveἐλπίςhopeθλῖψιςpressureὑπομένωto remain/endureπροσευχήprayerπροσκαρτερέωto continue in/withχρείαneedκοινωνέωto participateφιλοξενίαhospitalityκαταράομαιto curseὑψηλόςhighταπεινόςlowlyσυναπάγωto lead away withγίνομαιto beφρόνιμοςthoughtfulμηδείςnothingἀντίforἀποδίδωμιto payπρονοέωto care forκαλόςgoodἐνώπιονbeforeεἰifδυνατόςableἐκout fromεἰρηνεύωbe at peaceἐκδικέωto avengeἀγαπητόςbelovedτόποςplaceὀργήwrathγράφωto writeἐκδίκησιςvengeanceἀνταποδίδωμιto repayπεινάωto hungerἐχθρόςenemyψωμίζωto feed/dole outδιψάωto thirstποτίζωto waterποιέωto do/make: doἄνθραξcharcoalπῦρfireσωρεύωto pile upἐπίupon/to/againstκεφαλήheadὑπόby/under: by
Scroll to Top