Romans 15 in the Greek of Nestle 1904. Romans is one of the letters attributed to Paul.
1
Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
2
ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν·
3
καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ.
4
ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
5
ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν,
6
ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
7
Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς, εἰς δόξαν τοῦ Θεοῦ.
8
λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
9
τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνόματί σου ψαλῶ.
10
καὶ πάλιν λέγει Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.
11
καὶ πάλιν Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.
12
καὶ πάλιν Ἡσαΐας λέγει Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
13
Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος Ἁγίου.
14
Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης τῆς γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.
15
τολμηροτέρως δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ἀπὸ τοῦ Θεοῦ
16
εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.
17
ἔχω οὖν τὴν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν·
18
οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ,
19
ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Ἁγίου· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
20
οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ,
21
ἀλλὰ καθὼς γέγραπται Ὄψονται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.
22
Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς·
23
νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν,
24
ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
25
—νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
26
ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ.
27
ηὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
28
τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι’ ὑμῶν εἰς Σπανίαν·
29
οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι.
30
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν,
31
ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
32
ἵνα ἐν χαρᾷ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ συναναπαύσωμαι ὑμῖν.
33
ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
195 distinct words — each links to every other place it occurs.
ὁthe/this/who80καίand28σύyou20ἐνin/on/among17ἐγώI/we15δέthen13εἰςtoward13ΧριστόςChrist12θεόςGod12αὐτόςit/s/he11ἔθνοςGentiles10διάthrough/because of9γάρfor8πρόςto/with7οὐno6ἵναin order that/to6ἅγιοςholy6ἀπόaway from6γράφωto write5ἸησοῦςJesus5πᾶςall5ἔρχομαιto come/go5καθώςas/just as4ἔχωto have/be4οὗτοςthis/he/she/it4εἰμίto be4πνεῦμαspirit/breath: spirit4ἹερουσαλήμJerusalem4ἀρέσκωto please3ἐπίupon/to/against3ἐλπίςhope3ἀλλήλωνone another3κύριοςlord: God3λέγωto say3γίνομαιto be3ὑπέρabove/for3πάλινagain3πληρόωto fulfill3δύναμιςpower3ὅςwhich3ὀφείλωto owe2μήnot2ἑαυτοῦthemself2ἀλλάbut2ὑπομονήperseverance2παράκλησιςencouragement2δίδωμιto give2δοξάζωto glorify2πατήρfather2διόtherefore2προσλαμβάνωto take2μετάwith/after2λαόςa people2ἐλπίζωto hope/expect2χαράjoy2εἰρήνηpeace2ἀδελφόςbrother2περίabout2ὅτιthat/since: that2μέροςpart2ὡςas/when2εὐαγγέλιονgospel2εὐπρόσδεκτοςacceptable2οὖνtherefore/then2τιςone2νυνίnow2πορεύωto travel2ΣπανίαSpain2εὐδοκέωto delight2δυνατόςableἀσθένημαweaknessἀδύνατοςunableβαστάζωto carryἕκαστοςeachπλησίονnear/neighborἀγαθόςgoodοἰκοδομήbuildingὀνειδισμόςreproachὀνειδίζωto revileἐπιπίπτωto fall/press uponὅσοςjust as/how muchπρογράφωto write/designateἡμέτεροςourδιδασκαλίαteachingγραφήa writingφρονέωto reasonκατάaccording toὁμοθυμαδόνunitedεἷςoneστόμαmouthδόξαgloryδιάκονοςservantπεριτομήcircumcisionἀλήθειαtruthβεβαιόωto confirmἐπαγγελίαpromiseἔλεοςmercyἐξομολογέομαιto agreeὄνομαnameψάλλωto sing praiseεὐφραίνωto celebrateαἰνέωto praiseἐπαινέωto praiseἩσαΐαςIsaiahῥίζαrootἸεσσαίJesseἀνίστημιto ariseἄρχωbe firstπιστεύωto trust (in)περισσεύωto exceedπείθωto persuadeμεστόςfullἀγαθωσύνηgoodnessγνῶσιςknowledgeδύναμαιbe ableνουθετέωto admonishτολμηρότερονmore boldlyἐπαναμιμνῄσκωto remindχάριςgraceλειτουργόςministerἱερουργέωto ministerπροσφοράofferingἁγιάζωto sanctifyκαύχησιςprideτολμάωbe boldλαλέωto speakκατεργάζομαιto workout/produceὑπακοήobedienceλόγοςwordἔργονworkσημεῖονsignτέραςwondersὥστεsoκύκλῳsurroundingμέχριuntilἸλλυρικόνIllyricumοὕτωςthus(-ly)φιλοτιμέομαιto aspireεὐαγγελίζομαιto speak good newsὅπουwhere(-ever)ὀνομάζωto nameἀλλότριοςanother’sθεμέλιοςfoundationοἰκοδομέωto buildὁράωto see: seeἀναγγέλλωto reportἀκούωto hearσυνίημιto understandἐγκόπτωto impedeπολύςmuchμηκέτιnever againτόποςplaceκλίμαregionἐπιποθίαlongingἱκανόςsufficientἔτοςyearἄνifδιαπορεύωto go throughθεάομαιto look atὑπόby/under: byπροπέμπωto help on the wayἐκεῖthereἐάνifπρῶτονfirstἐμπίμπλημιto fill upδιακονέωto serveΜακεδονίαMacedoniaἈχαΐαAchaiaκοινωνίαparticipationποιέωto do/make: doπτωχόςpoorὀφειλέτηςdebtorεἰifπνευματικόςspiritualκοινωνέωto participateσαρκικόςfleshlyλειτουργέωto ministerἐπιτελέωto completeσφραγίζωto sealκαρπόςfruitἀπέρχομαιto go awayεἴδωto perceive: understandπλήρωμαfulfillmentεὐλογίαpraiseπαρακαλέωto plead/comfortἀγάπηloveσυναγωνίζομαιto struggleπροσευχήprayerῥύομαιto rescueἀπειθέωto disobeyἸουδαίαJudeaδιακονίαserviceθέλημαwill/desireσυναναπαύομαιto rest withἀμήνamen