Romans 11 in the Greek of Nestle 1904. Romans is one of the letters attributed to Paul.
1
Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλείτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμείν.
2
οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἡλείᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ;
3
Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου.
4
ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
5
οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λίμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν·
6
εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.
7
Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν,
8
καθάπερ γέγραπται Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.
9
καὶ Δαυεὶδ λέγει Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς,
10
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον.
11
Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
12
εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν.
13
Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
14
εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.
15
εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
16
εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
17
Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συνκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
18
μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ.
19
ἐρεῖς οὖν Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.
20
καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ·
21
εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φείσεται.
22
ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία, ἐπὶ δὲ σὲ χρηστότης Θεοῦ, ἐὰν ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
23
κἀκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐνκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς πάλιν ἐνκεντρίσαι αὐτούς.
24
εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐνκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ.
25
Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
26
καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ Ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
27
καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
28
κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας·
29
ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.
30
ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,
31
οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν.
32
συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ.
33
Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
34
Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
35
ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
36
ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
211 distinct words — each links to every other place it occurs.
ὁthe/this/who82αὐτόςit/s/he29καίand29σύyou14δέthen14μήnot12θεόςGod12εἰif11γάρfor10εἰςtoward9γίνομαιto be8οὖνtherefore/then7ἐγώI/we7ἐκout from7οὐno7τίςwhich?7κατάaccording to7λέγωto say6οὗτοςthis/he/she/it6ἐγκεντρίζωto ingraft6εἰμίto be5πᾶςall5ἵναin order that/to5ἔθνοςGentiles5κλάδοςbranch5ἐνin/on/among4ἸσραήλIsrael4ἀλλάbut4νῦνnow4χάριςgrace4διάthrough/because of4ῥίζαroot4φύσιςnature4ὅςwhich3ἤor3οὕτωςthus(-ly)3ἐκλογήselecting3πλοῦτοςriches3ἐπίupon/to/against3μένon the other hand3ἐκκλάωto break off3χρηστότηςkindness3ἐλεέωto have mercy3ἀπωθέωto reject2λαόςa people2ὡςas/when2κύριοςlord: God2οὐκέτιnot any more2ἐπείsince2ἐπιτυγχάνωto obtain2γράφωto write2ὀφθαλμόςeye2βλέπωto see2πίπτωto collapse2παράπτωμαtrespass2παραζηλόωto make envious2κόσμοςworld2πόσοςhow much/many?2μᾶλλονmore2πλήρωμαfulfillment2σῴζωto save2τιςone2ἅγιοςholy2ἀγριέλαιοςwild olive tree2ἐλαίαolive tree2κατακαυχάομαιto boast2ἀπιστίαunbelief2φείδομαιto spare2ἀποτομίαseverity2ἐάνif2ἐπιμένωto remain/keep on2ἐκκόπτωto prevent2παράfrom/with/beside2ὅτιthat/since: that2ἀπόaway from2ἀπειθέωto disobey2ἀπείθειαdisobedience2ἸσραηλίτηςIsraeliteσπέρμαseed: offspringἈβραάμAbrahamφυλήtribeΒενιαμίνBenjaminπρογινώσκωto know/chooseεἴδωto perceive: understandἩλίαςElijahγραφήa writingἐντυγχάνωto call onπροφήτηςprophetἀποκτείνωto killθυσιαστήριονaltarκατασκάπτωto ruinκἀγώand Iὑπολείπωto leaveμόνοςaloneζητέωto seekψυχήsoulχρηματισμόςproclamationκαταλείπωto leave behindἐμαυτοῦmyselfἑπτακισχίλιοιseven thousandἀνήρmanὅστιςwho/whichκάμπτωto bend/bowγόνυa kneeΒάαλBaalκαιρόςtime/right timeλεῖμμαremnantἔργονworkἐπιζητέωto seek afterλοιπόςremainingπωρόωto hardenκαθάπερjust asδίδωμιto giveπνεῦμαspirit/breath: spiritκατάνυξιςstuporοὖςearἀκούωto hearἕωςuntilσήμερονtodayἡμέραdayΔαυείδ, Δαυίδ, ΔαβίδDavidτράπεζαtableπαγίςtrapθήραtrapσκάνδαλονstumbling blockἀνταπόδομαrepaymentσκοτίζωto darkenνῶτονbackσυγκάμπτωto bendπταίωto stumbleσωτηρίαsalvationἥττημαlossὅσοςjust as/how muchἀπόστολοςapostleδιακονίαserviceδοξάζωto glorifyπῶςhow?!σάρξfleshἀποβολήdeprivationκαταλλαγήreconciliationπρόσληψιςacceptanceζωήlifeνεκρόςdeadἀπαρχήfirstfruitsφύραμαlumpσυγκοινωνόςsharerπιότηςrichnessβαστάζωto carryἐρῶto sayκαλῶςwellπίστιςfaithἵστημιto standὑψηλόςhighφρονέωto reasonφοβέωto fearοὐδέnorὁράωto see: seeκἀκεῖνοςand that oneδυνατόςableπάλινagainκαλλιέλαιοςolive treeἴδιοςone's own/privateθέλωto will/desireἀγνοέωbe ignorantἀδελφόςbrotherμυστήριονmysteryἑαυτοῦthemselfφρόνιμοςthoughtfulπώρωσιςhardeningμέροςpartἄχριuntilεἰσέρχομαιto enterκαθώςas/just asἥκωto come/be presentΣιώνZionῥύομαιto rescueἀποστρέφωto turn awayἀσέβειαungodlinessnessἸακώβJacobδιαθήκηcovenantὅτανwhen(-ever)ἀφαιρέωto removeἁμαρτίαsinεὐαγγέλιονgospelἐχθρόςenemyἀγαπητόςbelovedπατήρfatherἀμεταμέλητοςirrevocableχάρισμαgiftκλῆσιςcallingὥσπερjust asποτέonce/whenὑμέτεροςyourἔλεοςmercyσυγκλείωto confineὦoh!βάθοςdepthσοφίαwisdomγνῶσιςknowledgeἀνεξερεύνητοςunsearchableκρίμαjudgmentἀνεξιχνίαστοςunsearchableὁδόςroadγινώσκωto knowνοῦςmindσύμβουλοςcounselorπροδίδωμιto give in advanceἀνταποδίδωμιto repayδόξαgloryαἰώνan age: ageἀμήνamen