Romans 4 in the Greek of Nestle 1904. Romans is one of the letters attributed to Paul.
1
Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;
2
εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλ’ οὐ πρὸς Θεόν,
3
τί γὰρ ἡ γραφὴ λέγει; Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
4
τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα·
5
τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην,
6
καθάπερ καὶ Δαυεὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων
7
Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·
8
μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.
9
ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν γάρ Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.
10
πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ’ ἐν ἀκροβυστίᾳ·
11
καὶ σημεῖον ἔλαβεν περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι’ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς τὴν δικαιοσύνην,
12
καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
13
Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως.
14
εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία·
15
ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ δὲ οὐκ ἔστιν νόμος, οὐδὲ παράβασις.
16
Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, (ὅς ἐστιν πατὴρ πάντων ἡμῶν,
17
καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε,) κατέναντι οὗ ἐπίστευσεν Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα·
18
ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον Οὕτως ἔσται τὸ σπέρμα σου·
19
καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας·
20
εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλὰ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ
21
καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι.
22
διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
23
Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ,
24
ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν,
25
ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
123 distinct words — each links to every other place it occurs.
ὁthe/this/who66καίand17λογίζομαιto count11οὐno10αὐτόςit/s/he10πίστιςfaith10ὅςwhich10εἰμίto be10εἰςtoward9ἀλλάbut8δικαιοσύνηrighteousness8διάthrough/because of8ἈβραάμAbraham7πατήρfather7ἐγώI/we7ἐκout from7δέthen7γάρfor6θεόςGod6πιστεύωto trust (in)6περιτομήcircumcision6ἀκροβυστίαuncircumcision6ἐνin/on/among6κατάaccording to5ἐπίupon/to/against5νόμοςlaw5μήnot4ἐπαγγελίαpromise4οὖνtherefore/then3λέγωto say3ἤor3πᾶςall3μόνονonly3σπέρμαseed: offspring3ὅτιthat/since: that3τίςwhich?2ἐρῶto say2εἰif2ἔργονwork2δικαιόωto justify2ἐργάζομαιto work2χάριςgrace2μακαρισμόςblessedness2μακάριοςblessed2ἁμαρτίαsin2κύριοςlord: God2οὗτοςthis/he/she/it2κληρονόμοςheir2γράφωto write2πολύςmuch2ἔθνοςGentiles2σύyou2νεκρόςdead2ἐλπίςhope2ἐγείρωto arise2εὑρίσκωto find/meetσάρξfleshἔχωto have/beκαύχημαprideπρόςto/withγραφήa writingμισθόςwageὀφείλημαdebtἀσεβήςungodlyκαθάπερjust asΔαυείδ, Δαυίδ, ΔαβίδDavidἄνθρωποςa humanχωρίςwithoutἀφίημιto release: leaveἀνομίαlawlessnessἐπικαλύπτωto coverἀνήρmanπῶςhow?!σημεῖονsignλαμβάνωto takeσφραγίςsealστοιχέωto followἴχνοςtrackκόσμοςworldκενόωto emptyκαταργέωto abateὀργήwrathκατεργάζομαιto workout/produceοὗwhitherοὐδέnorπαράβασιςtransgressionἵναin order that/toβέβαιοςfirmκαθώςas/just asτίθημιto placeκατέναντιbeforeζωοποιέωto make aliveκαλέωto call: callὡςas/whenπαράfrom/with/besideγίνομαιto beοὕτωςthus(-ly)ἀσθενέωbe weak: weakκατανοέωto observeἑαυτοῦthemselfσῶμαbodyνεκρόωto put to deathἑκατονταέτηςa hundred years oldπούsomewhereὑπάρχωbe alreadyνέκρωσιςdeathμήτραwombΣάρραSarahδιακρίνωto judge/doubtἀπιστίαunbeliefἐνδυναμόωto strengthenδίδωμιto giveδόξαgloryπληροφορέωto fulfillἐπαγγέλλωto professδυνατόςableποιέωto do/make: doδιόthereforeμέλλωto ensueἸησοῦςJesusπαραδίδωμιto deliverπαράπτωμαtrespassδικαίωσιςjustification