Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Luke 2

Luke 2 in the Greek of Nestle 1904. Luke is one of the four Gospels.

Greek · Gospels
Luke 2
Nestle 1904 · every word parsed
1
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
2
αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
3
καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν.
4
Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυεὶδ ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυείδ,
5
ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ.
6
Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,
7
καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
8
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
9
καὶ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν.
10
καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ,
11
ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει Δαυείδ.
12
καὶ τοῦτο ὑμῖν σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.
13
καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων
14
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας.
15
Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους Διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.
16
καὶ ἦλθαν σπεύσαντες, καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ·
17
ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
18
καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς·
19
ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συνβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
20
καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21
Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
22
Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ,
23
καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται,
24
καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.
25
Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ’ αὐτόν·
26
καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου.
27
καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
28
καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν Θεὸν καὶ εἶπεν
29
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
30
ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31
ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
32
φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33
καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
34
καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον
35
—καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία—, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
36
Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
37
καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν.
38
καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἰερουσαλήμ.
39
Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον Κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ.
40
Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις Θεοῦ ἦν ἐπ’ αὐτό.
41
Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
42
Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς,
43
καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ.
44
νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς,
45
καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀναζητοῦντες αὐτόν.
46
καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
47
ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
48
καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ζητοῦμέν σε.
49
καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με;
50
καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
51
καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς.
52
Καὶ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

267 distinct words — each links to every other place it occurs.

ὁthe/this/who118καίand81αὐτόςit/s/he61ἐνin/on/among29εἰμίto be16εἰςtoward15πᾶςall12ὁράωto see: see11κύριοςlord: God10σύyou10δέthen9ἡμέραday9γίνομαιto be8οὗτοςthis/he/she/it8κατάaccording to8ἐπίupon/to/against7ὅςwhich7θεόςGod7λαλέωto speak7λέγωto say6πρόςto/with6ῥῆμαdeclaration6ἐγώI/we6περίabout6πόλιςcity5οὐno5ἄγγελοςangel5ὅτιthat/since: that5νόμοςlaw5ἹερουσαλήμJerusalem5ἐκout from4καλέωto call: call4ΜαρίαMary4ποιμήνshepherd4ἄνθρωποςa human4ἔρχομαιto come/go4ἀκούωto hear4ἸησοῦςJesus4μήτηρmother4ἔτοςyear4ἀπογράφωto register3ἀπόaway from3Ναζαρέθ, ΝαζαράNazareth3Δαυείδ, Δαυίδ, ΔαβίδDavid3πλήθω, πίμπλημιto fill3τίκτωto give birth to3φάτνηmanger3δόξαglory3μήnot3λαόςa people3εὑρίσκωto find/meet3κεῖμαιto lay/be appointed3παιδίονchild3ὑπόby/under: by3καρδίαheart3ὑποστρέφωto return3ὅτεwhen3ἅγιοςholy3ἸσραήλIsrael3πνεῦμαspirit/breath: spirit3ἱερόνtemple3γονεύςparent3πατήρfather3πολύςmuch3μετάwith/after3παράfrom/with/beside2πορεύωto travel2ἑαυτοῦthemself2ἀναβαίνωto ascend2ἸωσήφJoseph2ΓαλιλαίαGalilee2ὅστιςwho/which2ΒηθλεέμBethlehem2σύνwith2σπαργανόωto wrap2νύξnight2ἐφίστημιto approach2φοβέωto fear2μέγαςgreat2ΧριστόςChrist2σημεῖονsign2βρέφοςinfant2αἰνέωto praise2εἰρήνηpeace2ὡςas/when2διέρχομαιto pass through2ἕωςuntil2γνωρίζωto make known2θαυμάζωto marvel2καθώςas/just as2ὄνομαname2ἤor2ΣυμεώνSimeon2προσδέχομαιto wait for/welcome2ἄνif2ποιέωto do/make: do2εὐλογέωto praise/bless2σοφίαwisdom2χάριςgrace2ἑορτήfestival2ἀναζητέωto search2τίςwhich?2ζητέωto seek2ἐκεῖνοςthatἐξέρχομαιto go outδόγμαdecreeΚαῖσαρCaesarΑὔγουστοςAugustusοἰκουμένηworldἀπογραφήcensusπρῶτοςfirstἡγεμονεύωto governΣυρίαSyriaΚυρήνιοςQuiriniusἕκαστοςeachἸουδαίαJudeaδιάthrough/because ofοἶκοςhouse: homeπατριάfamily lineμνηστεύωto betrothἔγκυοςpregnantἐκεῖthereυἱόςsonπρωτότοκοςfirstbornἀνακλίνωto reclineδιότιbecauseτόποςplaceκατάλυμαguest room/innχώραcountryἀγραυλέωto live outsideφυλάσσωto keep/guard: observeφυλακήprison/watch: prisonποίμνηflockπεριλάμπωto shine aroundφόβοςfearγάρforεὐαγγελίζομαιto speak good newsχαράjoyσήμερονtodayσωτήρsaviorἐξαίφνηςsuddenlyπλῆθοςmultitudeστρατιάarmyοὐράνιοςheavenlyὕψιστοςHighestγῆearth: planetεὐδοκίαgoodwillἀπέρχομαιto go awayοὐρανόςheavenἀλλήλωνone anotherδήsoσπεύδωto hastenἀνευρίσκωto findτεand/bothσυντηρέωto preserveσυμβάλλωto ponder/conferδοξάζωto glorifyὀκτώeightπεριτέμνωto circumciseπρόbeforeσυλλαμβάνωto seize/conceive/helpκοιλίαbelly/womb/stomachκαθαρισμόςcleansingΜωϋσῆς, ΜωσῆςMosesἀνάγωto leadἹεροσόλυμαJerusalemπαρίστημιto stand byγράφωto writeἄρρην, ἄρσηνmaleδιανοίγωto open upμήτραwombδίδωμιto giveθυσίαsacrificeἐρῶto sayζεῦγοςa yoke/pairτρυγώνdoveδύοtwoνεοσσόςnestlingπεριστεράdoveδίκαιοςjustεὐλαβήςdevoutπαράκλησιςencouragementχρηματίζωto announceθάνατοςdeathπρίνbeforeεἰσάγωto bring inἐθίζωbe accustomedδέχομαιto receiveἀγκάληarmνῦνnowἀπολύωto release: releaseδοῦλοςslaveδεσπότηςmasterὀφθαλμόςeyeσωτήριονsavingἑτοιμάζωto make readyπρόσωπονfaceφῶςlightἀποκάλυψιςrevelationἔθνοςGentilesπτῶσιςfallἀνάστασιςresurrectionἀντιλέγωto disputeψυχήsoulῥομφαίαswordὅπωςthatἀποκαλύπτωto revealδιαλογισμόςreasoningἌνναAnnaπροφῆτιςprophetessθυγάτηρdaughterΦανουήλPhanuelφυλήtribeἈσήρAsherπροβαίνωto advanceζάωto liveἀνήρmanἑπτάsevenπαρθένειαvirginityχήραwidowὀγδοήκονταeightyτέσσαρεςfourἀφίστημιto leaveνηστείαfastingδέησιςpetitionλατρεύωto ministerὥραhourἀνθομολογέομαιto praiseλύτρωσιςredemptionτελέωto finishἐπιστρέφωto turnαὐξάνωto growκραταιόωto strengthenπληρόωto fulfillπάσχαPassover lambδώδεκαtwelveἔθοςcustomτελειόωto perfectὑπομένωto remain/endureπαῖςchildγινώσκωto knowνομίζωto thinkσυνοδίαcaravanὁδόςroadσυγγενήςkindredγνωστός, γνώριμοςacquainted withτρεῖςThreeκαθέζομαιto sit downμέσοςmidstδιδάσκαλοςteacherἐπερωτάωto questionἐξίστημιto amazeσύνεσιςunderstandingἀπόκρισιςanswerἐκπλήσσωbe astonishedτέκνονchildοὕτωςthus(-ly)κἀγώand Iὀδυνάωbe anguishedεἴδωto perceive: understandδεῖbe necessaryσυνίημιto understandκαταβαίνωto come/go downὑποτάσσωto subjectδιατηρέωto keepπροκόπτωto advanceἡλικίαage/height
Scroll to Top