Luke 13 in the Greek of Nestle 1904. Luke is one of the four Gospels.
1
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πειλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
2
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν;
3
οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε.
4
ἢ ἐκεῖνοι οἱ δέκα ὀκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἱερουσαλήμ;
5
οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοήσητε, πάντες ὡσαύτως ἀπολεῖσθε.
6
Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.
7
εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν Ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ;
8
ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια,
9
κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν.
10
Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.
11
καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα ὀκτώ, καὶ ἦν συνκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
12
ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου,
13
καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνορθώθη, καὶ ἐδόξαζεν τὸν Θεόν.
14
ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
15
ἀπεκρίθη δὲ αὐτῷ ὁ Κύριος καὶ εἶπεν Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει;
16
ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
17
καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.
18
Ἔλεγεν οὖν Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
19
ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
20
Καὶ πάλιν εἶπεν Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;
21
ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
22
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα.
23
Εἶπεν δέ τις αὐτῷ Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς
24
Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.
25
ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
26
τότε ἄρξεσθε λέγειν Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·
27
καὶ ἐρεῖ λέγων ὑμῖν Οὐκ οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας.
28
ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
29
καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
30
καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31
Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.
32
καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
33
πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.
34
Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
35
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. λέγω δὲ ὑμῖν, οὐ μὴ ἴδητέ με ἕως ἥξει ὅτε εἴπητε Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
237 distinct words — each links to every other place it occurs.
ὁthe/this/who79καίand57αὐτόςit/s/he30λέγωto say23ἐνin/on/among15σύyou15δέthen14εἰμίto be14ὅςwhich12οὐno10οὗτοςthis/he/she/it9πᾶςall9ὁράωto see: see9ὅτιthat/since: that8ἀπόaway from7εἰςtoward6ἀποκρίνωto answer5μήnot5κύριοςlord: God5σάββατονSabbath5θεόςGod5ἐγώI/we5τιςone4γίνομαιto be4ἹερουσαλήμJerusalem4ἔρχομαιto come/go4ἔτοςyear4τίςwhich?4βασιλείαkingdom4ΓαλιλαῖοςGalilean3ἀπολλύωto destroy3δέκαten3ὀκτώeight3ἀποκτείνωto kill3ἔχωto have/be3ζητέωto seek3καρπόςfruit3πρόςto/with3ἕωςuntil3διδάσκωto teach3γυνήwoman3ἡμέραday3δεῖbe necessary3ὅμοιοςlike3θύραdoor3ἔξωout/outside(r)3προφήτηςprophet3πορεύωto travel3θέλωto will/desire3περίabout2δοκέωto think2παράfrom/with/beside2οὐχίnot!2ἀλλάbut2ἐάνif2μετανοέωto repent2ἤor2ἐπίupon/to/against2ἄνθρωποςa human2συκῆfig tree2εὑρίσκωto find/meet2τρεῖςThree2ἐκκόπτωto prevent2ἀφίημιto release: leave2βάλλωto throw: throw2ποιέωto do/make: do2εἰif2ἀσθένειαweakness: weak2ἸησοῦςJesus2θεραπεύωto serve/heal2ὄχλοςcrowd2οὖνtherefore/then2λύωto loose2ἈβραάμAbraham2ὑπόby/under: by2ὁμοιόωto liken2λαμβάνωto take2ἑαυτοῦthemself2εἰσέρχομαιto enter2ἄρχομαιto rule/begin2ἐρῶto say2εἴδωto perceive: understand2πόθενwhence2ἐκβάλλωto expel2ἥκωto come/be present2ἔσχατοςlast/least2πρῶτοςfirst2σήμερονtoday2αὔριονtomorrow2πάρειμιbe presentκαιρόςtime/right timeἀπαγγέλλωto announceαἷμαbloodΠιλᾶτοςPilateμίγνυμιto mixμετάwith/afterθυσίαsacrificeἁμαρτωλόςsinfulπάσχωto sufferὁμοίωςsimilarlyἐκεῖνοςthatπίπτωto collapseπύργοςtowerΣιλωάμSiloamὀφειλέτηςdebtorκατοικέωto dwellὡσαύτωςlikewiseπαραβολήparableφυτεύωto plantἀμπελώνvineyardἀμπελουργόςa vine-workerἵναin order that/toγῆearth: planetκαταργέωto abateὅτουuntilσκάπτωto digκοπρίαmanureκἄνand/even ifμένon the other handμέλλωto ensueεἰ δὲ μή(γε)but if notεἷςoneσυναγωγήsynagogueπνεῦμαspirit/breath: spiritσυγκύπτωto bendδύναμαιbe ableἀνακύπτωto straighten upπαντελήςcompletelyπροσφωνέωto call to/summonἀπολύωto release: releaseἐπιτίθημιto put/lay onχείρhandπαραχρῆμαinstantlyἀνορθόωto restoreδοξάζωto glorifyἀρχισυνάγωγοςsynagogue leaderἀγανακτέωbe indignantἕξsixἐργάζομαιto workὑποκριτήςhypocriteἕκαστοςeachβοῦςoxὄνοςdonkeyφάτνηmangerἀπάγωto lead awayποτίζωto waterθυγάτηρdaughterδέωto bindΣατανᾶςSatanδεσμόςchainκαταισχύνωto dishonorἀντίκειμαιbe an opponentχαίρωto rejoiceἔνδοξοςhonoredκόκκοςseedσίναπιmustardκῆποςgardenαὐξάνωto growδένδρονtreeπετεινόςbirdοὐρανόςheavenκατασκηνόωto dwellκλάδοςbranchπάλινagainζύμηleavenκρύπτωto hideἄλευρονflourσάτονseahζυμόωto leavenὅλοςallδιαπορεύωto go throughκατάaccording toπόλιςcityκώμηvillageπορείαjourneyἹεροσόλυμαJerusalemὀλίγοςlittle/fewσῴζωto saveἀγωνίζομαιto struggleδιάthrough/because ofστενόςnarrowπολύςmuchἰσχύωbe strongἄνifἐγείρωto ariseοἰκοδεσπότηςhouseholderἀποκλείωto shutἵστημιto standκρούωto knockἀνοίγωto openτότεthenφαγεῖνto eatἐνώπιονbeforeπίνωto drinkπλατεῖαwide street/roadἀφίστημιto leaveἐργάτηςworkerἀδικίαunrighteousnessἐκεῖthereκλαυθμόςweepingβρυγμόςgnashingὀδούςtoothὅτανwhen(-ever)ἸσαάκIsaacἸακώβJacobἀνατολήeastδυσμήwestβορρᾶςthe northνότοςsouthἀνακλίνωto reclineὥραhourπροσέρχομαιto come near/agreeΦαρισαῖοςPhariseeἐξέρχομαιto go outἐντεῦθεν, ἔνθενfrom hereἩρώδηςHerodἀλώπηξfoxδαιμόνιονdemonἴασιςhealingἀποτελέωto completeτρίτοςthirdτελειόωto perfectπλήνbut/howeverἐνδέχομαιbe possibleλιθοβολέωto stoneἀποστέλλωto sendποσάκιςhow often!ἐπισυνάγωto gatherτέκνονchildτρόποςwayὄρνιςhenνοσσιάchickπτέρυξwingοἶκοςhouse: homeὅτεwhenεὐλογέωto praise/blessὄνομαname