Luke 18 in the Greek of Nestle 1904. Luke is one of the four Gospels.
1
Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν,
2
λέγων Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
3
χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
4
καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον· μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι,
5
διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
6
Εἶπεν δὲ ὁ Κύριος Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
7
ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς;
8
λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
9
Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην.
10
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
11
ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
12
νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατεύω πάντα ὅσα κτῶμαι.
13
ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
14
λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ’ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
15
Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς.
16
ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
17
ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
18
Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
19
εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.
20
τὰς ἐντολὰς οἶδας Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
21
ὁ δὲ εἶπεν Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος.
22
ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
23
ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα.
24
ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς εἶπεν Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσπορεύονται·
25
εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
26
εἶπαν δὲ οἱ ἀκούσαντες Καὶ τίς δύναται σωθῆναι;
27
ὁ δὲ εἶπεν Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
28
Εἶπεν δὲ ὁ Πέτρος Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι.
29
ὁ δὲ εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ,
30
ὃς οὐχὶ μὴ λάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31
Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου·
32
παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
33
καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
34
καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
35
Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱερειχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
36
ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο.
37
ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
38
καὶ ἐβόησεν λέγων Ἰησοῦ υἱὲ Δαυείδ, ἐλέησόν με.
39
καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυείδ, ἐλέησόν με.
40
σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν
41
Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν Κύριε, ἵνα ἀναβλέψω.
42
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.
43
καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
229 distinct words — each links to every other place it occurs.
ὁthe/this/who98αὐτόςit/s/he35καίand35λέγωto say28δέthen28μήnot14θεόςGod14οὗτοςthis/he/she/it12εἰμίto be11ἐγώI/we11σύyou11εἰςtoward9ἐνin/on/among8ἸησοῦςJesus8πρόςto/with7ἄνθρωποςa human7οὐno7τίςwhich?6ὅτιthat/since: that6ἤor6πᾶςall6τιςone5ἔρχομαιto come/go5ἑαυτοῦthemself5ἀκούωto hear5ὁράωto see: see5βασιλείαkingdom5ἐπίupon/to/against4ἵναin order that/to4ποιέωto do/make: do4υἱόςson4παράfrom/with/beside4γάρfor4προσεύχομαιto pray3θέλωto will/desire3διάthrough/because of3εἷςone3τελώνηςtax collector3ἵστημιto stand3ἀφίημιto release: leave3ὅςwhich3εἰσέρχομαιto enter3ἀγαθόςgood3οὐδείςnone3ἔχωto have/be3ἀκολουθέωto follow3ἀναβλέπωto look up/again3παραβολήparable2κριτήςjudge2πόλιςcity2φοβέωto fear2ἐντρέπωto cause shame2χήραwidow2ἐκεῖνοςthat2ἐκδικέωto avenge2ἀπόaway from2εἰif2οὐδέnor2κύριοςlord: God2ἐκδίκησιςvengeance2βοάωto cry out2ἡμέραday2πίστιςfaith2λοιπόςremaining2ἀναβαίνωto ascend2ΦαρισαῖοςPharisee2ὡςas/when2ὅσοςjust as/how much2οὐρανόςheaven2ὑψόωto lift up2ταπεινόωto humble2ἐπιτιμάωto rebuke2παιδίονchild2ἀμήνamen2ἐπερωτάωto question2ζωήlife2αἰώνιοςeternal2γίνομαιto be2πλούσιοςrich2σῴζωto save2ἐγγίζωto come near2Δαυείδ, Δαυίδ, ΔαβίδDavid2ἐλεέωto have mercy2δεῖbe necessaryπάντοτεalwaysἐκκακέωto lose heartἀντίδικοςopponentχρόνοςtimeμετάwith/afterγέindeedπαρέχωto furnish occasionκόποςlaborτέλοςgoal/taxὑπωπιάζωto wear outἀδικίαunrighteousnessἐκλεκτόςselectνύξnightμακροθυμέωto have patienceτάχοςspeedπλήνbut/howeverἆραno?εὑρίσκωto find/meetγῆearth: planetπείθωto persuadeδίκαιοςjustἐξουθενέωto rejectδύοtwoἱερόνtempleἕτεροςotherεὐχαριστέωto thankὥσπερjust asἅρπαξrapaciousἄδικοςunjustμοιχόςadultererνηστεύωto fastδίςtwiceσάββατονSabbathἀποδεκατόωto titheκτάομαιto possesμακρόθενfrom afarὀφθαλμόςeyeἐπαίρωto lift upἀλλάbutτύπτωto strikeστῆθοςchestἱλάσκομαιto propitiateἁμαρτωλόςsinfulκαταβαίνωto come/go downδικαιόωto justifyοἶκοςhouse: homeπροσφέρωto bring toβρέφοςinfantἅπτωto touchμαθητήςdiscipleπροσκαλέωto call to/summonκωλύωto preventτοιοῦτοςsuch as thisἄνifδέχομαιto receiveἄρχωνrulerδιδάσκαλοςteacherκληρονομέωto inheritἐντολήcommandmentεἴδωto perceive: understandμοιχεύωto commit adulteryφονεύωto murderκλέπτωto stealψευδομαρτυρέωto perjureτιμάωto honorπατήρfatherμήτηρmotherφυλάσσωto keep/guard: observeἐκout fromνεότηςyouthἔτιstillλείπωto lackπωλέωto sellδιαδίδωμιto distributeπτωχόςpoorθησαυρόςtreasureδεῦροcomeπερίλυποςsorrowfulσφόδραveryπῶςhow?!δυσκόλωςdifficultlyχρῆμαmoneyεἰσπορεύωto enterεὐκοπώτεροςeasyκάμηλοςcamelτρύπημαholeβέλοςarrowδύναμαιbe ableἀδύνατοςunableδυνατόςableΠέτροςPeterἴδιοςone's own/privateοἰκίαhomeγυνήwomanἀδελφόςbrotherγονεύςparentτέκνονchildἕνεκαbecause ofοὐχίnot!λαμβάνωto takeπολλαπλασίωνmany times moreκαιρόςtime/right timeαἰώνan age: ageπαραλαμβάνωto takeδώδεκαtwelveἹερουσαλήμJerusalemτελέωto finishγράφωto writeπροφήτηςprophetπαραδίδωμιto deliverἔθνοςGentilesἐμπαίζωto mockὑβρίζωto mistreatἐμπτύωto spit on/atμαστιγόωto whipἀποκτείνωto killτρίτοςthirdἀνίστημιto ariseσυνίημιto understandῥῆμαdeclarationκρύπτωto hideγινώσκωto knowἹεριχώJerichoτυφλόςblindκάθημαιto sitὁδόςroadἐπαιτέωto ask/begὄχλοςcrowdδιαπορεύωto go throughπυνθάνομαιto inquireἀπαγγέλλωto announceΝαζωραῖοςNazarethπαρέρχομαιto pass byπροάγωto go/bring beforeσιγάωbe silentπολύςmuchμᾶλλονmoreκράζωto cryκελεύωto orderἄγωto bringπαραχρῆμαinstantlyδοξάζωto glorifyλαόςa peopleδίδωμιto giveαἶνοςpraise