Proverbs (Παροιμίαι) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ· οὗ ἐὰν θέλων νεῦσαι, ἐκεῖ ἔκλινεν αὐτήν.
2
πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος, κατευθύνει δὲ καρδίας Κύριος.
3
ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.
4
μεγαλόφρων ἐφʼ ὕβρει θρασυκάρδιος· λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία.
6
ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει ἐπὶ παγίδας θανάτου.
7
ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται, οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια.
8
πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός, ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ.
9
κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ.
10
ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπʼ οὐδενὸς τῶν ἀνθρώπων.
11
ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ κακός, συνίων δὲ σοφὸς δέξεται γνῶσιν.
12
συνίει δίκαιος καρδίας ἀσεβῶν καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς.
13
ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων.
14
δόσις λάθριος ἀνατρέπει ὀργάς, δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν.
15
εὐφροσύνη δικαίων ποιεῖ κρίμα, ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις.
16
ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται.
17
ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον·
18
περικάθαρμα δὲ δικαίου ἄνομος.
19
κρεῖσσον οἰκεῖν ἐν τῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμου καὶ ὀργίλου.
20
θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν.
21
ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.
22
πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλεν τὸ ὀχύρωμα ἐφʼ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς.
23
ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ.
24
θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται, ὃς δὲ μνησικακεῖ παράνομος.
25
ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν, οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι.
26
ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς.
27
θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.
28
μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει.
29
ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ.
30
οὐκ ἔστιν σοφία, οὐκ ἔστιν ἀνδρία, οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ.
31
ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
168 distinct words — each links to every other place it occurs.
ὁthe/this/who24καίand17δέthen12αὐτόςit/s/he10ἀσεβήςungodly10οὐno8δίκαιοςjust7ἐνin/on/among6ἀνήρman6ἐπίupon/to/against5γάρfor4ὁδόςroad4ὅςwhich4εἰμίto be4καρδίαheart3θεόςGod3κύριοςlord: God3ποιέωto do/make: do3παράfrom/with/beside3ἤor3κακόςevil/harm: evil3συνίημιto understand3σοφόςwise3χείρhand2θυσίαsacrifice2γλῶσσαtongue2ψευδήςfalse2πρόςto/with2σκολιόςcrooked2κρείσσωνgreater2οἰκέωto dwell2μετάwith/after2ψυχήsoul2εὐφροσύνηjoy2ἐκout from2δικαιοσύνηrighteousness2ἀναπαύωto give rest2εἰςtoward2στόμαmouth2φυλάσσωto keep/guard: observe2ἐπιθυμίαdesire2ἡμέραday2ὥσπερjust asὁρμήimpulseὕδωρwaterοὕτωςthus(-ly)βασιλεύςkingἄνifἐθέλωbe willingνεύωto motionἐκεῖthereκλίνωto bow/lay downπᾶςallφαίνωto shine/appearἑαυτοῦthemselfκατευθύνωto guideἀληθεύωbe truthfulἀρεστόςpleasingμᾶλλονmoreαἷμαbloodμεγαλόφρωνhigh-mindedὕβριςmistreatmentθρασυκάρδιοςbold-heartedλαμπτήρa torchἁμαρτίαsinἐνεργέωbe activeμάταιοςfutileδιώκωto pursueθάνατοςdeathὄλεθροςdestructiveβούλομαιto planπράσσωto do/requireἀποστέλλωto sendἁγνόςpureὀρθόςuprightἔργονworkγωνίαcornerκονιάωto whitewashἀδικίαunrighteousnessοἶκοςhouse: homeκοινόςcommon: unsanctifiedἐλεέωto have mercyὑπόby/under: byοὐδείςnoneἄνθρωποςa humanπανοῦργοςcraftyγίγνομαιbe bornδέχομαιto receiveγνῶσιςknowledgeφαυλίζωto treat as worthlessφράσσωto stopοὖςearμήnotἐπακούωto listen toἀσθενήςweakἐπικαλέωto call (on)/nameεἰσακούωto listen toδόσιςgiftλάθριοςprivateἀνατρέπωto overturnὀργήwrathδῶρονgiftφείδομαιto spareθυμόςwrathἐγείρωto ariseἰσχυρόςstrongκρίμαjudgmentὅσιοςsacredἀκάθαρτοςuncleanκακοῦργοςcriminalπλανάωto lead astrayσυναγωγήsynagogueγίγαςa giantἐνδεήςimpoverishedἀγαπάωto loveφιλέωto loveοἶνοςwineἔλαιονolive oilπλοῦτοςrichesπερικάθαρμαgarbageἄνομοςlawlessἔρημοςdesertedγυνήwomanμάχιμοςcombatθησαυρόςtreasureἐπιθυμητόςdesirableἄφρωνfoolishἐλεημοσύνηcharityεὑρίσκωto find/meetζωήlifeδόξαgloryπόλιςcityὀχυρόςfortifiedἐπιβαίνωto mount/boardκαθαιρέωto take downὀχύρωμαstrongholdδιατηρέωto keepθλῖψιςpressureθρασύςboldαὐθάδηςself-willedλοιμόςpestilenceκαλέωto call: callμνησικακέωto resentπαράνομοςlawbreakerὀκνηρόςlazyἀποκτείνωto killτιςoneἐπιθυμέωto long forὅλοςallἐλεάωto have pityοἰκτείρωto have compassionἀφειδῶςunsparinglyβδέλυγμαabominationπαρανόμωςunlawfullyπροσφέρωto bring toμάρτυςwitnessἀπολλύωto destroyὑπήκοοςobedientλαλέωto speakἀναιδήςimpudentπρόσωπονfaceεὐθήςrightσοφίαwisdomβουλήplanἵπποςhorseἑτοιμάζωto make readyπόλεμοςwarβοήθειαhelp