Ancient Bible › Septuagint › Proverbs (LXX)
Proverbs (LXX) Παροιμίαι — 29 chapters, every word parsed. The first is below; the rest follow it.
Machine-parsed. The morphology in this work was assigned automatically, not by an editor. Useful for reading; not to be cited as an authority.
Edition. Swete’s Septuagint.
1
ΠΑΡΟΙΜΙΑΙ Σαλωμῶντος υἱοῦ Δαυείδ ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ,
2
γνῶναι σοφίαν καὶ παιδείαν § δέξασθαί τε λόγους φρονήσεως,
3
δέξασθαί τε στροφὰς λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν·
4
ἴνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.
5
τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται,
6
νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
7
Ἀρχὴ σοφίας φόβος θεοῦ, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· εὐσεβέα δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.
8
ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
9
στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳι
10
υἱέ, μὴ σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδέ βουληθῇς
11
ἐὰν παρακαλέσωσί σε λέγοντες Ἐλθὲ μεθʼ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως.
12
καταπίωμεν δέ αὐτὸν ὥσπερ ᾄδης ζῶντα, καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς·
13
τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων·
14
τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἐν γενηθήτω ἡμῖν.
15
μὴ πορευθῇς ἐν ὁδῷ μετʼ αὐτῶν, ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν·
17
οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.
18
αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, ἡ δέ καταστροφὴ ἀνδρῶν παρανόμωνν κακή.
19
ηὗται αἱ ὁδοί εἰσιν πάνταον τῶν συντελούτωνν τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται.
20
Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει·
21
ἐη᾿ ἄκρων δὲ τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει
22
Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήοἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν,
23
καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις. ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.
24
ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε,
25
ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε·
26
τοιγαροῦν κἀ γὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος.
27
καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ. καὶ ὅταν ἔρχηται ὑμῖν θλίψις καὶ πολιορκία, ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος.
28
ἕσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν.
29
ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον τοῦ κυρίου οὐ προείλαντο,
30
οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.
31
τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται·
32
ἀνθʼ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ
33
ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπʼ ἐλπίδι, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
182 distinct words — each links to every other place it occurs.
ὁthe/this/who27δέthen25καίand21σύyou10γάρfor8αὐτόςit/s/he7οὐno7ἐνin/on/among6τεand/both6λόγοςword6ἐμόςmine6σοφίαwisdom5ἐγώI/we5ἀσεβήςungodly4ἔρχομαιto come/go4ἑαυτοῦthemself4κακόςevil/harm: evil4υἱόςson3παιδείαdiscipline3αἴσθησιςinsight3ἀκούωto hear3σοφόςwise3εἰμίto be3πᾶςall3μήnot3σόςyour3ἀνήρman3ἡμεῖςwe3γίγνομαιbe born3ὁδόςroad3ἐπίupon/to/against3ἄνif3ἔλεγχοςrebuke3ὅτανwhen(-ever)3ὅςwhich2δέχομαιto receive2δικαιοσύνηrighteousness2ῥῆσιςa saying2ἀρχήbeginning2θεόςGod2ποιέωto do/make: do2εἰςtoward2λέγωto say2μετάwith/after2γῆearth: planet2ἄδικοςunjust2ἐκout from2καταστροφήruin2ἀσέβειαungodlinessness2πύληgate2μισέωto hate2ὑμεῖςyou2βουλήplan2τοιγαροῦνtherefore2ὄλεθροςdestructive2παροιμίαproverbΣολομών, ΣαλωμώνSolomonΔαυείδ, Δαυίδ, ΔαβίδDavidβασιλεύωto reignἸσραήλIsraelγινώσκωto knowφρόνησιςunderstandingστροφήa shift and turnἀληθήςtrueκρίμαjudgmentκατευθύνωto guideἵναin order that/toδίδωμιto giveπανουργίαcraftinessπαῖςchildνέοςnewἔννοιαthought/purposeὅδεthisνοήμωνintelligentκυβέρνησιςadministrationνοέωto understandπαραβολήparableσκοτεινόςdarkφόβοςfearσύνεσιςunderstandingἀγαθόςgoodεὐσεβήςpiousἐξουθενέωto rejectπατήρfatherθεσμόςa ruleμήτηρmotherστέφανοςcrownχάριςgraceκορυφήheadκλοιόςa neck yokeχρύσεοςgoldenπερίaboutτράχηλοςneckμηδέnorἐάνifπαρακαλέωto plead/comfortκοινωνέωto participateαἷμαbloodδίκαιοςjustὥσπερjust asᾍδηςhell: Hadesζῶlifeμνήμηremembranceκτῆσιςa possessionπολυτελήςvaluableπλέωto sailοἶκοςhouse: homeἡμέτεροςourσκῦλονplunderκλῆροςlotβάλλωto throw: throwκοινόςcommon: unsanctifiedβαλλάντιονpurseμαρσίππιονa money bagἐκκλίνωto turn fromπούςfootἐκτείνωto stretch outδίκτυονnetπτερωτόςfeatheredφόνοςmurderμετέχωto shareθησαυρίζωto store upσυντελέωto completeἄνομοςlawlessψυχήsoulἔξοδοςdepartureὑμνέωto praiseπλατεῖαwide street/roadπαρρησίαboldnessἄγωto bringἄκροςa toe/thumb/tipτεῖχοςwallκηρύσσωto preachδυνάστηςrulerπαρεδρεύωto attend uponπόλιςcityθαρρέωbe confidentὅσοςjust as/how muchχρόνοςtimeἄκακοςinnocentἔχωto have/beαἰσχύνωbe ashamedἄφρωνfoolishὕβριςmistreatmentὑπεύθυνοςaccountableἰδούlook!πνοήwind/breathδιδάσκωto teachἐπείsinceκαλέωto call: callὑπακούωto obeyἀλλάbutἀπειθέωto disobeyὑμέτεροςyourἀπώλειαdestructionἡνίκαwhenὡςas/whenἀφικνέομαιto reachἄφνωsuddenlyθόρυβοςcommotionὁμοίωςsimilarlyκαταιγίςa blastθλῖψιςpressureπολιορκίαan assaultἤorἐπικαλέωto call (on)/nameεἰσακούωto listen toεὑρίσκωto find/meetκύριοςlord: Godοὐδέnorἐθέλωbe willingπροσέχωto watch outκαρπόςfruitἀντίforἀδικέωto harmφονεύωto murderἐξετασμόςan inquisitionὄλλυμιto destroyκατασκηνόωto dwellἐλπίςhopeἀφόβωςfearlesslyἀπόaway from