Proverbs (Παροιμίαι) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ.
2
ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι.
3
ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν.
4
ἐν ἐπιθυμίαις ἐστιν πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.
5
λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν.
7
εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.
8
λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.
9
φῶς δικαίοις διὰ παντός. φῶς δὲ ἀσεβῶν σβέννυται.
9a
ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσιν καὶ ἐλεῶσιν.
10
κακὸς μεθʼ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
11
ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτείρει καὶ κιχρᾷ.
12
κρείσσων ἐναρχομένοις βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
13
ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπʼ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει.
13a
υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν· οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.
14
νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.
15
σύνεσις ἀγαθὴ δίδωσιν χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
16
πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.
17
βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν.
18
πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
19
ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
20
συμπορευόμενος σοφοῖς σοφὸς ἔσῃ, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.
21
ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά.
22
ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν.
23
δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
24
ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
25
δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
139 distinct words — each links to every other place it occurs.
δέthen25ὁthe/this/who21ἑαυτοῦthemself8δίκαιοςjust8ἐνin/on/among7ἀγαθόςgood7ψυχήsoul7εἰμίto be7καίand7υἱόςson6σοφόςwise6ἀσεβήςungodly5αὐτόςit/s/he5πλοῦτοςriches4κακόςevil/harm: evil4μετάwith/after4ὅςwhich3ἐπιθυμίαdesire3πᾶςall3καταφρονέωto despise3πανοῦργοςcrafty2ἀπώλειαdestruction2ἀπόaway from2φυλάσσωto keep/guard: observe2ἄδικοςunjust2μισέωto hate2οὐno2ἔχωto have/be2πολύςmuch2ἀνήρman2φῶςlight2δόλιοςdeceitful2οἰκτείρωto have compassion2πράσσωto do/require2εἰςtoward2ζωήlife2ὑπόby/under: by2ὁδόςroad2νόμοςlaw2γινώσκωto know2γνῶσιςknowledge2συμπορεύομαιto go with2ὑπήκοοςobedientπατήρfatherἀνήκοοςunhearingκαρπόςfruitδικαιοσύνηrighteousnessἐσθίωto eatπαράνομοςlawbreakerἄωροςunseasonableστόμαmouthτηρέωto keep: observeπροπετήςrecklessχεῖλοςlipπτοέωto frightenἀεργόςidleχείρhandἀνδρείαcourageἐπιμέλειαcareλόγοςwordαἰσχύνωbe ashamedπαρρησίαboldnessπλουτίζωto enrichμηδείςnothingταπεινόωto humbleλύτρονransomἴδιοςone's own/privateπτωχόςpoorἀπειλήthreatδιάthrough/because ofσβέννυμιto extinguishπλανάωto lead astrayἁμαρτίαsinἐλεάωto have pityὕβριςmistreatmentἐπιγνώμωνan arbitratorὕπαρξιςpropertyἀνομίαlawlessnessἐλάσσωνlesserγίγνομαιbe bornσυνάγωto assembleεὐσέβειαpietyπληθύνωto multiplyκιχράωto lendκρείσσωνgreaterβοηθέωto helpκαρδίαheartἐπαγγέλλωto professἐλπίςhopeἄγωto bringδένδρονtreeγάρforπρᾶγμαthingφοβέωto fearἐντολήcommandmentοὗτοςthis/he/she/itὑγιαίνωbe healthyοὐδείςnoneοἰκέτηςslaveεὔοδοςprosperousπρᾶξιςactionκατευθύνωto guideπηγήflowπαγίςtrapθνῄσκωto die/be deadσύνεσιςunderstandingδίδωμιto giveχάριςgraceδιάνοιαmindἄφρωνfoolishκακίαevilβασιλεύςkingθρασύςboldἐμπίπτωto fall intoἄγγελοςangelπενίαpovertyἀτιμίαdishonourἀφαιρέωto removeπαιδείαdisciplineἔλεγχοςrebukeεὐσεβέωto show pietyἡδύνωbe deliciousἔργονworkμακράνfarἁμαρτάνωto sinκαταδιώκωto seekκαταλαμβάνωto graspκληρονομέωto inheritθησαυρίζωto store upποιέωto do/make: doἔτοςyearἀπολλύωto destroyφειδώthrift, sparingβακτηρίαa staffἀγαπάωto loveἐπιμελῶςcarefullyπαιδεύωto instructἔσθωto devourἐνδεήςimpoverished