Proverbs (Παροιμίαι) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ,
2
ὑπακούσεται σοφίας τὸ οὗς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου.
3
ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου,
4
καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξεραυνήσῃς αὐτήν·
5
τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις.
6
ὅτι Κύριος δίδωσιν σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις·
7
καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν,
8
ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν ⁸τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων, καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει
9
πότε συνήσεις δικαιοσύνην καὶ κρίμα, καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.
10
ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴοθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ.
11
βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε·
12
ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδέν πιστόν.
13
ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους,
14
οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ,
15
ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν,
16
τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης. υἱέ, μή σε καταλάβῃ κακὴ βουλή,
17
ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη.
18
ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς, καὶ παρὰ τῷ ᾄδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς·
19
πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας·
20
εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς. οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους.
21
ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ·
22
ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπʼ αὐτῆς.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
116 distinct words — each links to every other place it occurs.
ὁthe/this/who24καίand18αὐτόςit/s/he12σύyou9ὁδόςroad7γάρfor5ἀπόaway from5ἐάνif4σοφίαwisdom4δέthen4κακόςevil/harm: evil4τρίβοςpath4υἱόςson3παράfrom/with/beside3σύνεσιςunderstanding3ἐπίupon/to/against3εὐθύςStraight3ἐνin/on/among3καταλαμβάνωto grasp3εἰςtoward2δίδωμιto give2ὡςas/when2κύριοςlord: God2ὅτιthat/since: that2κατορθόωto keep straight2φυλάσσωto keep/guard: observe2δικαιοσύνηrighteousness2πᾶςall2ἀγαθόςgood2σόςyour2καλόςgood2βουλήplan2ὅσιοςsacred2μήnot2οὐno2γῆearth: planet2δέχομαιto receiveῥῆσιςa sayingἐμόςmineἐντολήcommandmentκρύπτωto hideσεαυτοῦyourselfὑπακούωto obeyοὖςearκαρδίαheartνουθέτησιςadmonitionἐπικαλέωto call (on)/nameφωνήvoice/sound: voiceζητέωto seekἀργύριονmoneyθησαυρόςtreasureτότεthenφόβοςfearἐπίγνωσιςknowledgeθεόςGodεὑρίσκωto find/meetπρόσωπονfaceγνῶσιςknowledgeθησαυρίζωto store upσωτηρίαsalvationὑπερασπίζωto shieldπορείαjourneyδικαίωμαrighteous actδιαφυλάσσωto protectπότεwhen?κρίμαjudgmentἔρχομαιto come/goδιάνοιαmindψυχήsoulεἰμίto beδόξαgloryἔννοιαthought/purposeτηρέωto keep: observeἵναin order that/toἀνήρmanλαλέωto speakμηδείςnothingπιστόςfaithfulω, ὮμέγαOmegaἐγκαταλείπωto leave behindσκότοςdarknessεὐφραίνωto celebrateχαίρωto rejoiceδιαστροφήperversenessὅςwhichσκολιόςcrookedκαμπύλοςcurvedτροχιάtrackμακράνfarποιέωto do/make: doἀλλότριοςanother’sδίκαιοςjustγνώμηresolutionἀπολείπωto leaveδιδασκαλίαteachingνεότηςyouthδιαθήκηcovenantθεῖοςdivineτίθημιto placeθάνατοςdeathοἶκοςhouse: homeᾍδηςhell: Hadesμετάwith/afterἀναστρέφωto live/returnοὐδέnorεἰifὑπόby/under: byἐνιαυτόςyearζωήlifeἄνifεὐθήςrightκατασκηνόωto dwellὑπολείπωto leaveἀσεβήςungodlyἐκout fromπαράνομοςlawbreaker