Judith (Ἰουδίθ) — received as Scripture by Catholics and Orthodox but not in the Hebrew canon — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Καὶ ἀνηγγέλη Ὀλοφέρνῃ ἀρχιστρατήγῳ δυνάμεως Ἀσσοὺρ διότι οἱ υἱοὶ Ἰσραὴλ παρεσκευάσαντο εἰς πόλεμον, καὶ τὰς διόδους τῆς ὐρινῆς συνέκλεισαν καὶ ἐτείχισαν πᾶσαν κορυφὴν ὄρους ὑψηλοῦ, καὶ ἔθηκαν ἐν τοῖς πεδίοις σκάνδαλα.
2
καὶ ὠργίσθη θυμῷ σφόδρα, καὶ ἐκάλεσεν πάντας τοὺς ἄρχοντας Μαωὰβ καὶ τοὺς στρατηγοὺς Ἀμμὼν καὶ πάντας σατράπας τῆς παραλίας,
3
καὶ εἶπεν αὐτοῖς Ἀναγγείλατε δή μοι, υἱοὶ Χανάαν, τίς ὁ λαὸς οὗτος ὁ καθήμενος ἐν τῇ ὀρίνῆ, καὶ τίνες ἃς κατοικοῦσιν πόλεις, καὶ τὸ πλῆθος τῆς δυνάμεως αὐτῶν, καὶ ἐν τίνι τὸ κράτος αὐτῶν καὶ ἡ ἰσχὺς αὐτῶν, καὶ τίς ἀνέστηκεν ἐπʼ αὐτῶν βασιλεὺς ἡγούμενος στρατιᾶς αὐτῶν,
4
καὶ διὰ τί κατενωτίσαντο τοῦ μὴ ἐλθεῖν εἰς ἀπάντησίν μοι παρὰ πάντας τοὺς κατοικοῦντας ἐν δυσμαῖς.
5
Καὶ εἶπεν πρὸς αὐτὸν Αχιὼρ ὁ ἡγούμενος πάντων υἱῶν Ἀμμών Ἀκουσάτω δὴ λόγον ὁ κύριός μου ἐκ στόματος τοῦ δούλου σου, καὶ ἀναγγελῶ σοι τὴν ἀλήθειαν περὶ τοῦ λαοῦ ὃς κατοικεῖ τὴν ὀρινὴν ταύτην πλησίον σοῦ οἰκοῦντος, καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου.
6
ὁ λαὸς οὗτός εἰσιν ἀπόγονοι Χαλδαίων·
7
καὶ παρῴκησαν τὸ πρότερον ἐν τῇ Μεσοποταμίᾳ, ὅτι οὐκ ἐβουλήθησαν ἀκολουθῆσαι τοῖς θεοῖς τῶν πατέρων αὐτῶν οἱ ἐγένοντο ἐν γῇ Χαλδαίων.
8
ἐξέβησαν ἐξ ὁδοῦ τῶν γονέων αὐτῶν ( 9) καὶ προσεκύνησαν τῷ θεῷ τοῦ οὐρανοῦ, θεῷ ᾧ ἐπέγνωσαν· καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ προσώπου τῶν θεῶν αὐτῶν, καὶ ἔφυγον εἰς Μεσοποταμίαν, καὶ παρῴκησαν ἐκεῖ ἡμέρας πολλάς.
9
καὶ εἶπεν ὁ θεὸς αὐτῶν ἐξελθεῖν ἐκ τῆς παροικίας αὐτῶν καὶ πορευθῆναι εἰς γῆν Χανάαν· καὶ κατῴκησαν ἐκεῖ, καὶ ἐπληθύνθησαν χρυσίῳ καὶ ἀργυρίῳ καὶ ἐν κτήνεσιν πολλοῖς σφόδρα.
10
καὶ κατέβησαν εἰς Αἴγυπτον, ἐκάλυψεν γὰρ τὸ πρόσωπον τῆς γῆς Χανάαν λιμός, καὶ παρῴκησαν ἐκεῖ μέχρις οὗ διετράφησαν· καὶ ἐγένοντο ἐκεῖ εἰς πλῆθος πολύ, καὶ οὐκ ἣν ἀριθμὸς τοῦ γένους αὐτῶν.
11
καὶ ἐπανέστη αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεσοφίσαντο αὐτοὺς ἐν πόνῳ καὶ πλίνθῳ, ἐταπείνωσαν αὐτοὺς καὶ ἔθεντο αὐτοὺς εἰς δούλους.
12
καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν αὐτῶν, καὶ ἐπάταξεν γῆν Αἰγύπτου πληγαῖς ἐν αἷς οὐκ ἦν ἴασις· ( ¹¹ª) καὶ ἐξέβαλον αὐτοὺς οἱ Αἰγύπτιοι ἀπὸ προσώπου αὐτῶν.
13
καὶ κατεξήρανεν ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἔμπροσθεν αὐτῶν,
14
καὶ ἤγαγεν αὐτοὺς εἰς ὁδὸν τοῦ Σεινὰ καὶ Καδὴς Βαρνή· καὶ ἐξέβαλον πάντας τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ,
15
καὶ ιᾤκησαν ἐν γῇ Ἀμορραίων, καὶ πάντας τοὺς Ἑσεβωνείτας ἐξωλέθρευσαν ἐν τῇ ἰσχύι αὐτῶν· καὶ διαβάντες τὸν Ἰορδάνην ἐκληρονόμησαν πᾶσαν τὴν ὀρινήν.
16
καὶ ἐξέβαλον ἐκ προσώπου αὐτῶν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Συχέμ καὶ πάντας τοὺς Γεργεσαίους, καὶ κατῴκησαν ἐν αὐτῇ ἡμέρας πολλάς.
17
καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ θεοῦ αὐτῶν, ἦν μετʼ αὐτῶν τὰ ἀγαθά, ὅτι θεὸς μισῶν ἀδικίαν μετʼ αὐτῶν ἐστίν·
18
ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ ἧς διέθετο αὐτοῖς, ἐξωλεθρεύθησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σφόδρα, καὶ ᾐχμαλωτεύθησαν εἰς γῆν οὐκ ἰδίαν, καὶ ὁ ναὸς τοῦ θεοῦ αὐτῶν ἐγενήθη εἰς ἔδαφος, καὶ αἱ πόλεις αὐτῶν ἐκρατήθησαν ὑπὸ τῶν ὑπεναντίων.
19
καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν θεὸν αὐτῶν ἀνέβησαν ἐκ τῆς διασπορᾶς οὗ διεσπάρησαν ἐκεῖ, κατέσχον τὴν Ἰερουσαλὴμ οὗ τὸ ἁγίασμα αὐτῶν, καὶ κατῳκίσθησαν ἐν τῇ ὀρίνῇ, ὅτι ἦν ἔρημος.
20
καὶ νῦν, δέσποτα κύριε, εἰ μέν ἐστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτῶν, καὶ ἐπισκεψόμεθα ὅτι ἐστὶν ἐν αὐτοῖς σκάνδαλον τοῦτο, καὶ ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς·
21
εἰ δ᾿ οὐκ ἔστιν ἀνομία ἐν τῷ ἔθνει αὐτῶν, παρελθέτω δὴ ὁ κύριος, μὴ ποτε ὑπερασπίσῃ ὁ κύριος αὐτῶν καὶ ὁ θεὸς αὐτῶν ὑπέρ αὐτῶν, καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τῆς γῆς.
22
Καὶ ἐγένετο ὡς ἐπαύσατο Ἀχιὼρ λαλῶν τοὺς λόγους τούτους, καὶ ἐγόγγυσεν πᾶς ὁ λαὸς ὁ κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς· καὶ εἶπαν οἱ μεγιστᾶνες Ὀλοφέρνου καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωὰβ συγκόψαι αὐτόν
23
Οὐ γὰρ φοβηθησόμεθα ἀπὸ υἱῶν Ἰσραήλ· ἰδοὺ γὰρ λαὸς ἐν ᾧ οὐκ ἔστιν δύναμις οὐδέ κράτος εἰς παράταξιν ἰσχυράν.
24
διὸ δὴ ἀναβησόμεθα, καὶ ἔσονται εἰς κατάβρωμα πάσης τῆς στρατείας σου, δέσποτα Ὀλὸφέρνη.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
172 distinct words — each links to every other place it occurs.
ὁthe/this/who84καίand73αὐτόςit/s/he42ἐνin/on/among19εἰςtoward14πᾶςall13θεόςGod13οὐno11εἰμίto be11ὅςwhich8γῆearth: planet7λαόςa people6οὗτοςthis/he/she/it6ἐκout from6πολύςmuch6κατοικέωto dwell5σύyou5ἐκεῖthere5υἱόςson4λέγωto say4δήso4τιςone4κύριοςlord: God4ὅτιthat/since: that4γίγνομαιbe born4ἐκβάλλωto expel4ἀπόaway from4πρόσωπονface4ἀναγγέλλωto report3δύναμιςpower3σφόδραvery3ἐγώI/we3ΧαναάνCanaan3ἐπίupon/to/against3δοῦλοςslave3ὁδόςroad3ΑἴγυπτοςEgypt3γάρfor3ἀναβαίνωto ascend3ἸσραήλIsrael2πόλεμοςwar2τίθημιto place2σκάνδαλονstumbling block2πόλιςcity2πλῆθοςmultitude2κράτοςpower2ἰσχύςstrength2βασιλεύςking2ἡγέομαιto govern2μήnot2πρόςto/with2λόγοςword2στόμαmouth2ἐξέρχομαιto go out2ΧαλδαῖοςChaldean2ΜεσοποταμίαMesopotamia2ἡμέραday2ἔρημοςdeserted2ἁμαρτάνωto sin2μετάwith/after2νῦνnow2δεσπότηςmaster2εἰif2ἀρχιστράτηγοςcommander-in-chiefδιότιbecauseπαρασκευάζωto prepareδίοδοςa corridorσυγκλείωto confineτειχίζωto wallκορυφήheadὄροςmountainὑψηλόςhighπεδίονa plainὀργίζωto angerθυμόςwrathκαλέωto call: callἄρχωνrulerστρατηγόςofficer/magistrateσατράπηςsatrapκάθημαιto sitτίςwhich?στρατιάarmyδιάthrough/because ofἔρχομαιto come/goἀπάντησιςmeetingπαράfrom/with/besideδυσμήwestἀκούωto hearἀλήθειαtruthπερίaboutπλησίονnear/neighborοἰκέωto dwellψεῦδοςlieἀπόγονοςa descendantπρότεροςbeforeἀκολουθέωto followπατήρfatherἐκβαίνωto go outγονεύςparentπροσκυνέωto worshipοὐρανόςheavenἐπιγινώσκωto come to knowφεύγωto fleeπαροικίαsojourningπορεύωto travelπληθύνωto multiplyχρυσίονgoldἀργύριονmoneyκτῆνοςanimalκαταβαίνωto come/go downκαλύπτωto coverλιμόςhungerμέχριuntilἀριθμόςnumberγένοςfamily: descendantἐπανίστημιto rebel againstπόνοςtravailπατάσσωto strikeπληγήplague/blow/woundἴασιςhealingΑἰγύπτιοςEgyptianἐρυθρόςRed (Sea)θάλασσαseaἔμπροσθενbeforeἄγωto bringδιαβαίνωto crossἸορδάνηςJordanΣυχέμShechemἕωςuntilἐνώπιονbeforeἀγαθόςgoodμισέωto hateἀδικίαunrighteousnessὅτεwhenδέthenἀφίστημιto leaveδιατίθημιto make a covenantἴδιοςone's own/privateναόςtempleἔδαφοςgroundκρατέωto grasp/seizeὑπόby/under: byὑπεναντίοςopposedἐπιστρέφωto turnδιασποράdispersionδιασπείρωto scatterκατέχωto hold back/fastἹεροσόλυμαJerusalemἁγίασμαsanctificationκατοικίζωto settleμένon the other handἀγνόημαerrorἐκπολεμέωto wage warἀνομίαlawlessnessἔθνοςGentilesποτέonce/whenὑπερασπίζωto shieldὑπέρabove/forὀνειδισμόςreproachἐναντίονin front ofὡςas/whenπαύωto ceaseλαλέωto speakσκηνήtentμεγιστάνgreat manσυγκόπτωto cut downἰδούlook!οὐδέnorπαράταξιςbattle arrayδιόthereforeκατάβρωμαa thing devouredστρατείαwarfare