Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Judith 4

Judith (Ἰουδίθ) — received as Scripture by Catholics and Orthodox but not in the Hebrew canon — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Deuterocanon
Judith 4
Swete's Septuagint · every word parsed
1
Καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν τῇ Ἰουδαίᾳ πάντα ὅσα ἐποίησεν Ὀλοφέρνης τοῖς ἔθνεσιν, ὁ ἀρχιστράτηγος Ναβουχοδονοσὸρ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν·
2
καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ, καὶ περὶ Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ Κυρίου θεοῦ αὐτῶν ἐταράχθησαν.
3
ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ἰουδαίας, καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν.
4
καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρίας· καὶ Κωνὰ καὶ Βαιθωρὼν αὶ Βαιλμάιν καὶ Ἰερειχὼ καὶ εἰς Χωβὰ καὶ Αἱσωρὰ καὶ τὸν αὐλῶνα Σαλήμ,
5
καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν, ( 4) καὶ ἐτειχίσαντο τὰς ἐν αὐτοῖς κώμας, καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα.
6
καὶ ἔγραψεν Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐν Ἰερουσαλήμ, τοῖς κατοικοῦσι Βαιτουλουὰ καὶ Βαιτομαισθάιμ, ἥ ἐστιν ἀπέναντι Ἐσρηλὼν κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθάειμ,
7
λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρινῆς, ὅτι δι᾿ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ἰουδαίαν· καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας, στενῆς τῆς προσβάσεως οὔσης, ἐπ᾿ ἄνδρας τοὺς πάντας δύο.
8
καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ συνέταξεν αὐτοῖς Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ἰσραὴλ οἳ ἐκάθηντο ἐν Ἰερουσαλήμ.
9
Καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ἰσραὴλ πρὸς τὸν θεὸν ἐν ἐκτενείᾳ μεγάλῃ, καὶ ἐταπεινοῦσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενείᾳ μεγάλῃ,
10
αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν () καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν· καὶ πᾶς πάροικος ἢ μισθωτὸ καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν.
11
καὶ πᾶς ἀνήρ Ἰσραὴλ καὶ γυνὴ καὶ παιδία, οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ, ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν, καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον Κυρίου,
12
καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλλον· () καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ἰσραὴλ ὁμοθυμαδὸν ἐκτενῶς, τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμόν, ἐπίχαρμα τοῖς ἔθνεσιν.
13
καὶ εὰτήκουσεν Κύριος τῆς φωνῆς αὐτῶν καὶ ἐσεῖδεν τὴν θλίψιν αὐτῶν· καὶ ἣν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων Κυρίου Παντοκράτορος.
14
καὶ Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἵ παρεστηκότες ἐνώπιον Κυρίου, ἱερεῖς καὶ οἱ λειτουργοῦντες Κυρίῳ, σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς. εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ,
15
καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν· καὶ ἐβόων πρὸς Κύριον ἐκ πάσης δυνάμεως, εἰς ἀγαθὸν ἐπισκέψασθαι πᾶν οἶκον Ἰσραήλ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

126 distinct words — each links to every other place it occurs.

ὁthe/this/who72καίand54αὐτόςit/s/he24πᾶςall14εἰςtoward11ἐνin/on/among9εἰμίto be9ἸσραήλIsrael7κύριοςlord: God7πρόσωπονface5ἹεροσόλυμαJerusalem5μέγαςgreat5ἸουδαίαJudea4ὅςwhich4ἱερεύςpriest4κατάaccording to4σάκκοςsackcloth4κατοικέωto dwell3θεόςGod3ὅτιthat/since: that3ἐκout from3λαόςa people3ἐπίupon/to/against3ἀνήρman3πρόςto/with3γυνήwoman3υἱόςson2ποιέωto do/make: do2ἔθνοςGentiles2δίδωμιto give2ἀφανισμόςdisappearance2σφόδραvery2ναόςtemple2προσφάτωςrecently2θυσιαστήριονaltar2οἶκοςhouse: home2πεδίονa plain2ἡμέραday2ἐκτένειαearnestness2νήπιοςchild2ὀσφῦςloins2ἅγιοςholy2ἀκούωto hearὅσοςjust as/how muchἀρχιστράτηγοςcommander-in-chiefβασιλεύςkingτρόποςwayἱερόνtempleφοβέωto fearἀπόaway fromπερίaboutταράσσωto troubleἀναβαίνωto ascendαἰχμαλωσίαcaptivityσκεῦοςvesselἀποστέλλωto sendὅριονregionΣαμάρειαSamariaἹεριχώJerichoαὐλώνa canyonΣαλήμSalemπροκαταλαμβάνωbe first to takeκορυφήheadὄροςmountainὑψηλόςhighκώμηvillageπαρατίθημιto set beforeἐπισιτισμόςfoodπαρασκευήPreparationπόλεμοςwarγράφωto writeἀπέναντιoppositeπλησίονnear/neighborλέγωto sayἀνάβασιςascendingδιάthrough/because ofεἴσοδοςentryεὐχερήςeasily managedδιακωλύωto hinderπροσβάλλωto strike upστενόςnarrowδύοtwoκαθάas/just asσυντάσσωto directγερουσίαcouncil of eldersδῆμοςpeopleψυχήsoulκτῆνοςanimalπάροικοςforeignerἤorμισθωτόςhired workerἀργυρώνητοςbought with silverἐπιτίθημιto put/lay onπαιδίονchildπίπτωto collapseκεφαλήheadπεριβάλλωto clotheὁμοθυμαδόνunitedἐκτενῶςferventlyμήnotδιαρπαγήravagingπρονομήplunderπόλιςcityκληρονομίαinheritanceβεβήλωσιςprofaningὀνειδισμόςreproachφωνήvoice/sound: voiceθλῖψιςpressureνηστεύωto fastπολύςmuchπαντοκράτωρalmightyπαρίστημιto stand byἐνώπιονbeforeλειτουργέωto ministerπεριζώννυμιto girdπροσφέρωto bring toὁλοκαύτωσιςbringing of a whole burnt-offeringἐνδελεχισμόςin perpetuityεὐχήa vow/prayerἑκούσιοςvoluntaryδόμαgiftσποδόςashesκίδαριςa turbanδύναμιςpowerἀγαθόςgoodἐπισκέπτομαιto visit/care for
Scroll to Top