Joshua — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
ἐξ αὐτῆς οὐδὲ εἰσεπορεύετο.
2
καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἰδοὺ ἐγὼ παραδίδωμι τὴν Ἰερειχὼ ὑποχειρίαν καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνατοὺς ὄντας ἐν ἰσχύι
3
σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ.
4
καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα·
5
καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως, καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν.
6
Καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυὴ πρὸς τοὺς ἱερεῖς
7
καὶ εἶπεν αὐτοῖς λέγων Παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν, καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου·
8
καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ κυρίου καὶ σημαινέτωσαν εὐτόνως· καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου ἐπακολουθείτω.
9
οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν, καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου σαλπίζοντες.
10
τῷ δὲ λαῷ ἐνετείλατο Ἰησοῦς λέγων Μὴ βοᾶτε, μηδὲ ἀκουσάτω μηθεὶς ὑμῶν τὴν φωνήν, ἕως ἂν ἡμέραν αὐτὸς ἀναβοῆσαι· καὶ τότε ἀναβοήσετε.
11
καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ θεοῦ εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολήν, καὶ ἐκοιμήθη ἐκεῖ.
12
Καὶ τῇ ἡμέρᾳ τῆ δευτέρᾳ ἀνέστη Ἰησοῦς τὸ πρωί, καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου,
13
καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου. καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι, καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου· καὶ οἱ ἴε’ ρεῖς ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν,
14
καὶ ἀπῆλθεν πάλιν εἰς τὴν παρεμβολήν. οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας.
15
καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου, καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις·
16
καὶ τῇ περιόδῳ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς, καὶ εἶπεν ὁ Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ Κεκράξατε· παρέδωκεν γὰρ κύριος ὑμῖν τὴν πόλιν.
17
καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, κυρίῳ σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περιποιήσασθε, αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς.
18
ἀλλὰ ὑμεῖς φυλάξασθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος, μή ποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ἰσραὴλ ἀνάθεμα, καὶ ἐκτρίψητε ἡμᾶς.
19
καὶ πᾶν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τῷ κυρίῳ· εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται.
20
καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς· ὡς δὲ ἤκουσεν ὁ λαὸς τῶν σαλπίγγων, ἠλάλαξεν πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ. καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ, καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν.
21
καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει, ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου, καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν ῥομφαίας.
22
Καὶ τοῖς δυσὶν νεανίσκοις τοῖς κατασκοπεύσασιν εἶπεν Ἰησοῦ Εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικός, καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν καὶ ὅσα ἐστὶν αὐτῇ.
23
καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικός, καὶ ἐξηγάγοσαν Ῥαὰβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς ¶ καὶ τὴν συγγενίαν αὐτῆς καὶ πάντα ὅσα ¶ ἦν αὐτῆς, καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς Ἰσραήλ.
24
καὶ ἡ πόλις ἐνεπρήσθη ἐνπυρισμῷ σὺν πᾶσιν τοῖς ἐν αὐτῇ· πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου· ἔδωκαν εἰς θησαυρὸν Κυρίου εἰσενεχθῆναι.
25
καὶ Ῥαὰβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν Ἰησοῦς καὶ κατῴκησεν ἐν τῷ Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ἰερειχώ.
26
Καὶ ὥρκισεν Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνη ἐναντίον κυρίου λέγων ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ αὐτοῦ θεμελιώσει αὐτήν, καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ οὕτως ἐποίησεν Ὁζὰν ὁ ἐκ Βαιθήλ· ἐν τῷ Ἀβειρὼν τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτήν, καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτῆς.
27
Καὶ ἦν κύριος μετὰ Ἰησοῦ, καὶ ἢν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
156 distinct words — each links to every other place it occurs.
ὁthe/this/who111καίand68αὐτόςit/s/he30κύριοςlord: God15ἐνin/on/among13πόλιςcity12ἸησοῦςJesus11εἰμίto be11πᾶςall10εἰςtoward8λέγωto say7λαόςa people7ἱερεύςpriest7σάλπιγξtrumpet6ἡμέραday6κιβωτόςark: covenant5διαθήκηcovenant5ἕωςuntil5ὅσοςjust as/how much5δέthen4εἰσέρχομαιto enter4ἐναντίονin front of4ἑπτάseven4παρεμβολήbarracks4ἸσραήλIsrael4ἀνάθεμαdevoted4ἀπόaway from4σύyou3μάχιμοςcombat3ποιέωto do/make: do3ῬαάβRahab3πόρνηprostitute3ἤor3γυνήwoman3νεανίσκοςyoung man3ἐκout from2πρόςto/with2παραδίδωμιto deliver2ἹεριχώJericho2κύκλῳsurrounding2ὡςas/when2ἄνif2ἅμαtogether2πίπτωto collapse2τεῖχοςwall2κατάaccording to2παραπορεύομαιto pass by/through2μήnot2ἀκούωto hear2ὑμεῖςyou2ἀπέρχομαιto go away2ἀνίστημιto arise2μετάwith/after2λοιπόςremaining2ὄχλοςcrowd2ἅπαςall2οὕτωςthus(-ly)2ἕβδομοςseventh2υἱόςson2πλήνbut/however2οἶκοςhouse: home2ἀργύριονmoney2χρυσίονgold2χαλκόςcopper/bronze/coin2σίδηροςiron2θησαυρόςtreasure2δύοtwo2οἰκίαhome2ὅςwhich2ἐκεῖνοςthat2ἐλάχιστοςleast2πύληgate2οὐδέnorεἰσπορεύωto enterἰδούlook!ἐγώI/weὑποχείριοςunder one's handβασιλεύςkingδυνατόςableἰσχύςstrengthαὐτόματοςby itselfἕκαστοςeachπρόσωπονfaceπαραγγέλλωto orderκυκλόωto surroundἔχωto have/beἱερόςsacredὡσαύτωςlikewiseσημαίνωto signifyεὐτόνωςvehementlyἐπακολουθέωto follow afterἔμπροσθενbeforeοὐραγέωto lag behindὀπίσωafterσαλπίζωto sound a trumpetἐντέλλωto orderβοάωto cry outμηδέnorφωνήvoice/sound: voiceτότεthenπεριέρχομαιto go aroundθεόςGodεὐθέωςimmediatelyκοιμάωto sleepἐκεῖthereδεύτεροςsecondlyπρωΐearlyαἴρωto take upφέρωto bear/leadοὗτοςthis/he/she/itὄπισθενafterἐγγύθενnear toπάλινagainἐπίupon/to/againstἕξsixὄρθροςdawnἑξάκιςsix timesγάρforσαβαώθhostsπεριποιέωto gainἀλλάbutσφόδραveryποτέonce/whenλαμβάνωto takeἡμεῖςweἅγιοςholyἀλαλαγμόςa shoutμέγαςgreatἰσχυρόςstrongἀναβαίνωto ascendἀνήρmanπρεσβύτηςold manμόσχοςcalfὑποζύγιονdonkeyῥομφαίαswordἐξάγωto lead outἐκεῖθενfrom thereπατήρfatherμήτηρmotherἀδελφόςbrotherσυγγένειαkindredἔξωout/outside(r)σύνwithδίδωμιto giveπατρικόςpaternalκατοικέωto dwellσήμερονtodayδιότιbecauseκρύπτωto hideἀποστέλλωto sendἄνθρωποςa humanθεμελιόωto foundπρωτότοκοςfirstbornἐάνifὄνομαnameγῆearth: planet