Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Joshua (LXX) 1

Joshua — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Septuagint
Joshua (LXX) 1
Swete's Septuagint · every word parsed
1
ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ εἶπεν κύριος τῷ Ἰησοῖ υἱῷ Ναυὴ τῷ ὑπουργῷ Μωυσῆ λέγων
2
Μωυσῆς ὁ θερόπων μου τετελεύτηκεν. νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ἰορδάνην, σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, εἰς τὴν γῆν ἢν ἐγὼ δίδωμι αὐτοῖς.
3
πᾶς ὁ τόπος ἐφ’ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ·
4
τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης· ἀφ’ ἡλίου δυσμῶν ἱστοὶ τὰ δρία ὑμῶν.
5
οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ, καὶ οὐκ ἐνκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε.
6
ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ διελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν ἢν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς.
7
ἴσχυε οὑ ν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι ὁ παῖς μου, καὶ οὐκ ἐκκλινεῖς ἀπ’ αὐτῶν εἰς δεξιὰ οὐδὲ ἀριστερά, γα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς.
8
καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῇ ἡμέρας καὶ νυκτός, ἵνα εἰδῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ καὶ εὐοδώσει τὰς ὁδούς σου, καὶ τότε συνήσεις.
9
ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καἰ ἀνδρίζου, μὴ δειλιάσῃς μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ κύριος ὁ θεός σου εἰς πάντα οὗ πορεύῃ.
10
Καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων
11
Εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ, καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες Ἑτοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην τοῦτον, εἰσελθόντες κατασχεῖν τὴν γῆν ἢν Κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.
12
Καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ εἶπεν’
13
Μνήσθητε τὸ ῥῆμα ὅ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου κύριος ὁ θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην.
14
αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ ᾗ ἔδωκεν ὑμῖν· ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν, πᾶς ὁ ἰσχύων, καὶ συμμαχήσετε αὐτοῖς
15
ἕως ἄν καταπαύσῃ κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν ἢν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς· καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἢν δέδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ἰορδάνου ἐπ’ ἀνατολῶν ἡλίου.
16
καὶ ἀποκριθέντες τῷ Ἰησοῖ εἶπ’ ἀν’ Πάντα ὅσα ἄν ἐντείλῃ ἡμῖν ποιήσομεν, καὶ εἰς πάντα τόπον οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς πορευσόμεθα.
17
κατὰ πάντα ὅσα ἠκούσαμεν Μωυσῆ ἀκουσόμεθα σοῦ· πλὴν ἔστω κύριος ὁ θεὸς ἡμῶν μετὰ σοῦ ὃν τρόπον ἢν μετὰ Μωυσῆ.
18
ὁ δὲ ἄνθρωπος ὃς ἐὰν ἀπειθήσῃ σοι, καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἄν αὐτῷ ἐντείλῃ, ἀποθανέτω. ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

126 distinct words — each links to every other place it occurs.

ὁthe/this/who63καίand35ὑμεῖςyou19σύyou18πᾶςall10Μωϋσῆς, ΜωσῆςMoses9αὐτόςit/s/he9κύριοςlord: God8δίδωμιto give8ὅςwhich8ἄνif8μετάwith/after6λέγωto say6εἰςtoward6γῆearth: planet6ἐάνif6οὐno6θεόςGod6λαόςa people5ἡμεῖςwe5ἀνδρίζωto act like a man4ἐγώI/we3ἸορδάνηςJordan3οὗτοςthis/he/she/it3ἕωςuntil3ἡμέραday3εἰμίto be3ποιέωto do/make: do3ἐνin/on/among3τόποςplace2ἐπίupon/to/against2τρόποςway2ποταμόςriver2ἀπόaway from2ἩλίαςElijah2ἄνθρωποςa human2ὥσπερjust as2οὐδέnor2πατήρfather2καθότιas/just as2παῖςchild2τότεthen2μήnot2ὅτιthat/since: that2πορεύωto travel2ἐντέλλωto order2εἰσέρχομαιto enter2κατάaccording to2ῥῆμαdeclaration2καταπαύωto keep from2δέthen2ἀδελφόςbrother2ὅσοςjust as/how much2ἀκούωto hear2γίνομαιto beτελευτήdeathυἱόςsonνῦνnowοὖνtherefore/thenἀνίστημιto ariseἴχνοςtrackπούςfootἔρημοςdesertedμεγάλοςgreatΕὐφράτηςEuphratesθάλασσαseaδυσμήwestἱστόςa mastκατενώπιονbeforeζωήlifeοὕτωςthus(-ly)γάρforτούτῳto thisὄμνυμιto swearν, ΝουνNunφυλάσσωto keep/guard: observeἐκκλίνωto turn fromδεξιόςrightἀριστερόςleftπράσσωto do/requireβίβλοςbookνόμοςlawτούτουof thisἐκout fromστόμαmouthνύξnightἵναin order that/toοἶδαto knowγράφωto writeὀδούςtoothἰδούlook!δειλιάωbe timidμηδέnorφοβέωto fearἸησοῦςJesusγραμματεύςscribeμέσοςmidstπαρεμβολήbarracksἑτοιμάζωto make readyἐπισιτισμόςfoodἔτιstillτρεῖςThreeδιαβαίνωto crossῬουβήνReubenΓάδGadφυλήtribeΜανασσῆςManassehμιμνήσκωto rememberταύτῃherγυνήwomanπαιδίονchildκτῆνοςanimalκατοικέωto dwellεὔζωνοςwell-equippedπρότεροςbeforeἰσχύωbe strongσυμμαχέωto fight along withκληρονομέωto inheritἕκαστοςeachκληρονομίαinheritanceπέρανother sideἀνατολήeastἀποκρίνωto answerπλήνbut/howeverὅστιςwho/whichἀλλάbut
Scroll to Top