Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Joshua (LXX) 17

Joshua — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Septuagint
Joshua (LXX) 17
Swete's Septuagint · every word parsed
1
καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσή, ὅτι οὗτος τῷ Ἰωσήφ· τῷ Μαχεὶρ πρωτοτόκῳ Μανασσὴ πατρὶ Γαλαάδ, ἀνὴρ γὰρ πολεμιστὴς ἦν, ἐν τῇ Γαλααδείτιδι καὶ ἐν τῇ Βασανείτιδι.
2
καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς ᾿Ιέζει καὶ τοῖς υἱοῖς Κέλεζ καὶ τοῖς υἱοῖς Ἰεζειὴλ κοὶ τοῖς Σύχεμ καὶ τοῖς υἱοῖς Συμαρεὶμ καὶ τοῖς υἱοῖς Ὃφερ· οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν.
3
καὶ τῷ Σαλπαὰδ υἱῷ Ὃφερ. οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ’ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ καὶ Νουὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Θερσά.
4
καὶ ἔστησαν ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι ῾Ο θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. κα ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν.
5
καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ Ἀνασσά, καὶ πεδίον Λαβὲκ ἐκ τῆς Γαλαὰδ ἥ ἐστιν πέραν τοῦ Ἰορδάνου·
6
ὅτι θυγατέρες υἱῶν Μανασσὴ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς καταλελιμμένοις.
7
καὶ ἐγενήθη δρία υἱῶν Μανασσὴ Δηλανάθ, ἤ κατὰ πρόσωπον υἱῶν Ἀνάθ, καὶ πορεύεται ἐπὶ τὰ ὃρια ἐπὶ ῾ καὶ Ἰασσεὶβ ἐπὶ πηγὴν Θαφθώθ·
8
τῷ Μανασσὴ ἔσται, ἐπὶ τῶν ὁρίων Μανασσὴ τοῖς υἱοῖς Ἐφράιμ.
9
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ Φάραγγα κάρανά ἐπὶ λίβα κατὰ Φάραγγα Ἰαριήλ, τερέμινθος μινθος τῷ Ἐφράιμ ἀνὰ μέσον πόλεως Μανασσή. καὶ ὅρια Μανασσὴ ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν. καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα
10
ἀπὸ λιβὸς τῷ Ἐφράιμ, καὶ ἱστᾶι ἡ θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ Ἰασὴβ συνάψουσιν ἐπὶ βορρᾶν, καὶ τῷ Ἰσσαχὰρ ὄπ’ ἀνατολῶν.
11
καὶ ἔσται Μανασση ἐν Ἰσσαχὰρ καὶ ἐν Ἀσὴρ Καιθοὰν καὶ αἱ κῶμαι αὐτῶν, κα τοὺς κατοικοῦντας Δῶρ’ καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδὼ καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Μαφετὰ καὶ τὰς κώμας αὐτῆς.
12
καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσὴ ἐξολεθρεῦσαι τὰς πόλεις ταύτας. καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
13
καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν.
14
᾿Αντεῖπαν δὲ οἱ υἱοὶ Ἰωσὴφ τῷ Ἰησοῦ λέγοντες Διὰ τί μᾶς κλῆρον ἔνα καὶ σχοίνισμα ἓν; ἐγὼ δὲ λαὸς εἰμι, καὶ ὁ θεὸς εὐλόγησέν με.
15
καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ λαὸς πολὺς εἰ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Ἐφράιμ.
16
καὶ εἶπαν Οὐκ ἀρέσκει τὸ ὄρος τὸ Εφράιμ· καὶ ἳππος ἐπίλεκτος καὶ σίδηρος τῷ τῶ κατοικοῦντι ἐν αὐτῶ ἐν Βαιθαισὰν καὶ ἐν ταῖς κώμαις, ἐν τῇ κοιλάδι ᾿Ισραήλ.
17
καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσήφ Εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς.
18
ὁ γὰρ δρυμὸς ἔσται σοι, ὃτι δρυμός ἐστιν, καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἰᾶται σοι. καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ· σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

107 distinct words — each links to every other place it occurs.

ὁthe/this/who70καίand53υἱόςson18αὐτόςit/s/he18ΜανασσῆςManasseh12εἰμίto be12ἐνin/on/among12ἐπίupon/to/against9ὅριονregion6γίνομαιto be5οὐno5ἘφραίμEphraim5κώμηvillage5σύyou5ὅτιthat/since: that4οὗτοςthis/he/she/it4κατάaccording to4ἸησοῦςJesus4λέγωto say4κλῆροςlot4δέthen4κατοικέωto dwell4εἰif4ἸωσήφJoseph3γάρfor3θυγάτηρdaughter3ἐναντίονin front of3διάthrough/because of3μέσοςmidst3ἀδελφόςbrother3ἐξολεθρεύωto destroy3λαόςa people3δρυμόςa grove3πατήρfather2δῆμοςpeople2ἤor2θεόςGod2δίδωμιto give2ἡμεῖςwe2ἀπόaway from2γῆearth: planet2φάραγξvalley2πόλιςcity2βορρᾶςthe north2εἰςtoward2θάλασσαsea2ἸσαχάρIssachar2εἷςone2ἐγώI/we2πολύςmuch2ὄροςmountain2ἵπποςhorse2ἐπίλεκτοςchosen2φυλήtribeπρωτότοκοςfirstbornἀνήρmanπολεμιστήςa warriorλοιπόςremainingἄρρην, ἄρσηνmaleἀλλάbutὄνομαnameἵστημιto standἘλεάζαρEleazarἄρχωνrulerἐντέλλωto orderχείρhandΜωϋσῆς, ΜωσῆςMosesκληρονομίαinheritanceπρόσταγμαan orderκύριοςlord: Godπίπτωto collapseσχοινισμόςa piece of measured out landπεδίονa plainἐκout fromὅςwhichπέρανother sideἸορδάνηςJordanπρόσωπονfaceπορεύωto travelπηγήflowκαταβαίνωto come/go downλίψsouthwestἀνάeachχείμαρροςbrookδιέξοδοςthoroughfareἀνατολήeastἈσήρAsherτρίτοςthirdἔρχομαιto come/goταύτῃherἐπείsinceκατισχύωto prevailἸσραήλIsraelποιέωto do/make: doὑπήκοοςobedientτιςoneσχοίνισμαa measured out lineσεαυτοῦyourselfστενοχωρέωto press uponεἶπονto sayἀρέσκωto pleaseσίδηροςironἰσχύςstrengthμεγάλοςgreatἔχωto have/beὅτανwhen(-ever)ὑπερισχύωto excel in strength
Scroll to Top