Joshua — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ῥουβὴν καὶ τοὺς υἱοὺς Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή,
2
καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου, καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετείλατο ὑμῖν.
3
οὐκ ἐνκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας πλείους· ἕως τῆς σήμερον ἡμέρας ἐφυλάξασθε τὴν ἐντολὴν κυρίου τοῦ θεοῦ ὑμῶν.
4
νῦν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον. αὐτοῖς. νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἢν ἔδωκεν ὑμὶν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου.
5
ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Τυρίου, ἀγαπᾷν Κύριον τὸν θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ, καὶ λατρεύειν αὐτῷ ἐξ ὃλης τῆς διανοίας ὑμῶν κα ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
6
καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς, καὶ ἐξαπέστειλεν αὐτούς. καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν.
7
Καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ ἔδωκεν Μωυσῆς ἐν τῇ Βασαείτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησους εἰς τοὺς οἴκους οὕτων καὶ εὐλόγησεν αὐτούς,
8
καὶ ἐν χρήμασιν πολλοῖς εἰς τοὺς οἴκους αὐτῶν. καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολὺν καὶ δίει – λαντο, τὴν προνομὴν τῶν ἐχθρῶν, μετὰ τῶν ἀδελφῶν αὐτῶν.
9
Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασσὴ ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἐν Σηλὼ ἐν γῇ Χανάαν ἀπελθεῖν εἰς τὴν Γαλαὰδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.
10
καὶ ἦλθον εἰς Γάλγαλα τοῦ Ἰορδάνου, ἥ ἐστιν ἐν γῆ Χανάαν· καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ καὶ οἱ υἱοὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ἰορδάνου, βωμὸν μέγαν ἐπὶ τοῦ ἰδεῖν.
11
καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ λεγόντων ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ καὶ οἱ υἱοὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ βωμὸν ἐπὶ τῶν ὁρίων γῆς Χανάαν ἐπὶ τοῦ Γαλαὰδ τοῦ Ἰορδάνου ἐν τῷ πέραν υἱῶν Ἰσραὴλ.
12
καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλὼ ὥστε ἀναβάντες ἐκπολεμήσαι αὐτούς.
13
Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσὴ εἰς γῆν Γαλαὰδ τόν τε Φεινεὲς υἱὸν Ἐλεαζὰρ υἱοῦ’ τοῦ ἀρχιερέως
14
καὶ δέκα τῶν ἀρχόντων μετ’ αὐτοῦ· οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ἰσραήλ· ἄρχοντες οἴκων εἶς ἀπὸ εἰσιν, χιλίαρχοι Ἰσραήλ.
15
καὶ παρεγένοντο πρὸς τοὺς υἰοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσὴ εἰς τὴν Γαλαάδ, καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες
16
Τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου τίς ἡ πλημμελία αὕτη ἢν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ἰσραήλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου ὑμῖν ἑαυτοῖς βωμόν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ κυρίου;
17
μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογώρ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ’ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ κυρίου.
18
καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ Ἰσραὴν ἔσται ἡ ὀργή.
19
καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως κυρίου οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ κυρίου, καὶ κατακληρονομήσετε ἐν ἡμῖν· κα μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε, καὶ μὴ ἀπόστητε ἀπὸ Κύρου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ ἡμῶν.
20
οὐκ ἰδοὺ Ἀχἀρ ὁ τοῦ Σάρα πλημμελίᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ὀργή; κα οὗτος εἷς μόνος αὐτὸς ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ.
21
Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴμ καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ἱσραὴλ λέγοντες
22
῾Ο θεὸς θεός ἐστιν κύριος, καὶ ὁ θεὸς θεὸς αὐτὸς οἶδεν, καὶ Ἰσραὴλ αὐτὸς γνώσεται. εἰ ἐν ἀπ’ ὅστ’ ἀσίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ·
23
καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπ’ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ὥστε ποιῆσαι ἐπ’ αὐτοῦ θυσίαν σωτηρίου, κύριος ἐκζητήσει.
24
ἀλλ᾿ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες Ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς ἡμῶν Τί ὑμῖν κυρίῳ τῷ θεῷ Ἱσραήλ;
25
καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ἰορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται κύριον.
26
καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον, οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσίων,
27
ἀλλ ' ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ’ ἡμᾶς, τοῦ λατρεύειν λατρίαν Κύρῳ αὐτοῦ ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίας ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων· καὶ οὐκ ἐροῦσιν τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου.
28
καὶ εἴπαμεν Ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν ἴδετε ὀμοίωμα τοῦ θυσιαστηρίου κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν.
29
ἡμὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ κυρίου ἐν ταῖς σήμερον ἡμέραις, ἀποστῆσαι ἀπὸ Τυρίου ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστηριον τοῖς καρπώμασιν καὶ ταῖς θυσίαις σαλαμεὶν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου κυρίου ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ.
30
Καὶ ἀκούσας φεινεὲς ὁ ἱερεύς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ἰσραὴλ οἳ ἤσαν μετ’ αὐτοῦ τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἤρεσεν αὐτοῖς.
31
καὶ εἶπεν Φεινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ Σήμερον ἐγνώκαμεν ὅτι μεθ’ ἡμῶν κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμελίαν, καὶ ὅτι ἐρύσασθε τούς υἱούς Ἰσραὴλ ἐκ χειρὸς κυρίου.
32
καὶ ἀπέστρεψεν Φεινεὲς ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ῥουβὴν καὶ ἀπὸ τῶν υἱῶν Γὰδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐκ τῆς Γαλαὰδ εἰς γῆν Χανάαν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους.
33
καὶ ἤρεσεν τοῖς υἱοῖς Ἰσραὴλ· καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ἰσραήλ. καὶ εὐλόγησαν τὸν θεὸν υἱῶν Ἰσραὴλ, καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολεθρεῦσαι τὴν γῆν τῶν υἱῶν καὶ τῶν υἱῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσή· καὶ κατῴκησαν ἐπ’ αὐτῆς.
34
καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ῥουβὴν καὶ τῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσὴ, καὶ εἶπεν ὅτι Μαρτύριόν ἀνὰ μέσον αὐτῶν ὅτι κύριος ὁ θεὸς αὐτῶν ἐστιν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
175 distinct words — each links to every other place it occurs.
ὁthe/this/who153καίand99υἱόςson39αὐτόςit/s/he34κύριοςlord: God30ἡμεῖςwe24ὑμεῖςyou20ἀπόaway from18ἸσραήλIsrael18ἐνin/on/among17φυλήtribe14θεόςGod14εἰςtoward14ΜανασσῆςManasseh13ΓάδGad12εἰμίto be12λέγωto say11πρόςto/with11ῬουβήνReuben10ἥμισυςhalf10οὐno10γῆearth: planet10ἐπίupon/to/against9πᾶςall8ὅςwhich8βωμόςaltar8οὗτοςthis/he/she/it7θυσίαsacrifice7ἀνάeach7μέσοςmidst7σήμερονtoday6οἶκοςhouse: home6ἸορδάνηςJordan6ποιέωto do/make: do6μετάwith/after6γίνομαιto be6μήnot6ἸησοῦςJesus5Μωϋσῆς, ΜωσῆςMoses5ὥστεso5ὅτιthat/since: that5ἕνεκαbecause of5ἀδελφόςbrother4ἡμέραday4κατάσχεσιςpossession4ἐάνif4σύyou4ἀλλάbut4ἐκout from4ΧαναάνCanaan4ἄρχωνruler4λαλέωto speak4συναγωγήsynagogue4αὔριονtomorrow4θυσιαστήριονaltar4κάρπωμαa yield4ἀκούωto hear3ἐντέλλωto order3ἐγώI/we3ἐντολήcommandment3νῦνnow3ἀποστρέφωto turn away3δίδωμιto give3πέρανother side3πορεύωto travel3πολύςmuch3ἐναντίονin front of3ἑαυτοῦthemself3εἰif3οἰκοδομέωto build3σωτήριονsaving3ἵναin order that/to3τέκνονchild3μαρτύριονtestimony3ἱερεύςpriest3ὅσοςjust as/how much2παῖςchild2ἕωςuntil2οὖνtherefore/then2σφόδραvery2ΤύριοςTyre2λατρεύωto minister2ὅλοςall2ἐξαποστέλλωto send out/away2οὕτωςthus(-ly)2διάthrough/because of2χείρhand2ἐκεῖthere2ὁράωto see: see2ἰδούlook!2ὅριονregion2ἀναβαίνωto ascend2χιλίαρχοςmilitary officer2μικρόςsmall2ὀργήwrath2σκηνήtent2ἀφίστημιto leave2ἀποκρίνωto answer2γινώσκωto know2μερίςpart2οὐδέnor2γενεάgeneration2λόγοςword2ἀρέσκωto please2τότεthenἐπακούωto listen toφωνήvoice/sound: voiceκατάaccording toπλείων, πλεῖονgreaterδέthenκαταπαύωto keep fromτρόποςwayνόμοςlawὁδόςroadφυλάσσωto keep/guard: observeπρόσκειμαιto join up withδιάνοιαmindψυχήsoulπαράfrom/with/besideθάλασσαseaἡνίκαwhenεὐλογέωto praise/blessχρῆμαmoneyκτῆνοςanimalἀργύριονmoneyχρυσίονgoldσίδηροςironἱματισμόςclothingπρονομήplunderἐχθρόςenemyἀπέρχομαιto go awayπρόσταγμαan orderἔρχομαιto come/goμέγαςgreatἐκπολεμέωto wage warἀποστέλλωto sendτεand/bothἘλεάζαρEleazarἀρχιερεύςhigh-priestδέκαtenπατριάfamily lineπαραγίνομαιto comeὅδεthisτιςoneἀποστάτηςa defectorἁμάρτημαsinκαθαρίζωto cleanπληγήplague/blow/woundκατασκηνόωto dwellκατακληρονομέωto allotἔξωout/outside(r)ἀνάθεμαdevotedεἷςoneμόνοςaloneἀποθνήσκωto dieἁμαρτίαsinοἶδαto knowἈσίαAsiaἔναντιbeforeταύτῃherἀναβιβάζωto pull upὁλοκαύτωμαburnt offeringεὐλάβειαreverenceῥῆμαdeclarationτίςwhich?τίθημιto placeποτέonce/whenὁμοίωμαlikenessπατήρfatherπλήνbut/howeverδιότιbecauseεἶπονto sayμηκέτιnever againπόλεμοςwarἐξολεθρεύωto destroy