James 3 in the Greek of Nestle 1904. James is one of the General Letters.
1
Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα.
2
πολλὰ γὰρ πταίομεν ἅπαντες· εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
3
εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
4
ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται·
5
οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ. ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
6
καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας, ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
7
πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ,
8
τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων· ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
9
ἐν αὐτῇ εὐλογοῦμεν τὸν Κύριον καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγονότας·
10
ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι.
11
μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
12
μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
13
Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
14
εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
15
οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης·
16
ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
17
ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος.
18
καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
154 distinct words — each links to every other place it occurs.
ὁthe/this/who38καίand22ἐνin/on/among8αὐτόςit/s/he7ἐγώI/we5δέthen5εἰμίto be4γλῶσσαtongue4μήnot3γίνομαιto be3ἀδελφόςbrother3γάρfor3εἰif3οὐno3οὗτοςthis/he/she/it3ὅλοςall3σῶμαbody3ὑπόby/under: by3δαμάζωto tame3ἐκout from3ποιέωto do/make: do3σοφίαwisdom3πολύςmuch2μέγαςgreat2πταίωto stumble2εἰςtoward2στόμαmouth2μετάγωto turn2ὁράωto see: see2ὅπουwhere(-ever)2οὕτωςthus(-ly)2μέλοςmember2ἡλίκοςhow great?2πῦρfire2φλογίζωto kindle2πᾶςall2φύσιςnature2τεand/both2δύναμαιbe able2ἄνθρωποςa human2μεστόςfull2κατάaccording to2γλυκύςsweet2πικρόςbitter2σύyou2ζῆλοςzeal2ἐριθείαrivalry2ἄνωθενfrom above/again2καρπόςfruit2εἰρήνηpeace2διδάσκαλοςteacherεἴδωto perceive: understandὅτιthat/since: thatκρίμαjudgmentλαμβάνωto takeἅπαςallτιςoneλόγοςwordτέλειοςperfectἀνήρmanδυνατόςableχαλιναγωγέωto bridleἵπποςhorseχαλινόςbridleβάλλωto throw: throwπείθωto persuadeπλοῖονboatτηλικοῦτοςso greatἄνεμοςwindσκληρόςhardἐλαύνωto driveἐλάχιστοςleastπηδάλιονrudderὁρμήimpulseεὐθύνωto straightenβούλομαιto planμικρόςsmallμεγαλαυχέωto boastὕληforestἀνάπτωto set fireκόσμοςworldἀδικίαunrighteousnessκαθίστημιto appoint/conductσπιλόωto stainτροχόςcourse/wheelγένεσιςoriginγέενναhell: Gehennaθηρίονwild animalπετεινόςbirdἑρπετόνreptileἐνάλιοςmarineἀνθρώπινοςhumanοὐδείςnoneἀκατάστατοςrestlessκακόςevil/harm: evilἰόςpoison/rustθανατήφοροςdeadlyεὐλογέωto praise/blessκύριοςlord: Godπατήρfatherκαταράομαιto curseὁμοίωσιςlikenessθεόςGodἐξέρχομαιto go outεὐλογίαpraiseκατάραcurseχρήto ought/needμήτιsurely notπηγήflowὀπήholeβρύωto pourσυκῆfig treeἐλαίαolive treeἤorἄμπελοςvineσῦκονfigοὔτεneitherἁλυκόςsaltyὕδωρwaterτίςwhich?σοφόςwiseἐπιστήμωνknowingδεικνύωto showκαλόςgoodἀναστροφήbehaviourἔργονworkπραΰτηςgentlenessἔχωto have/beκαρδίαheartκατακαυχάομαιto boastψεύδομαιto lieἀλήθειαtruthκατέρχομαιto descendἀλλάbutἐπίγειοςearthlyψυχικόςnaturalδαιμονιώδηςdemonicἐκεῖthereἀκαταστασίαdisorderφαῦλοςevilπρᾶγμαthingπρῶτονfirstμένon the other handἁγνόςpureἔπειταthenεἰρηνικόςpeacefulἐπιεικήςgentleεὐπειθήςcompliantἔλεοςmercyἀγαθόςgoodἀδιάκριτοςimpartialἀνυπόκριτοςgenuineδικαιοσύνηrighteousnessσπείρωto sow