James 4 in the Greek of Nestle 1904. James is one of the General Letters.
1
Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
2
ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
3
αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
4
μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.
5
ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν;
6
μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
7
ὑποτάγητε οὖν τῷ Θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν·
8
ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγίσει ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε·
9
ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν.
10
ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς.
11
Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
12
εἷς ἐστιν νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον;
13
Ἄγε νῦν οἱ λέγοντες Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν·
14
οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη·
15
ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.
16
νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονίαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
17
εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
139 distinct words — each links to every other place it occurs.
ὁthe/this/who31καίand23σύyou13οὐno8εἰμίto be8δέthen6ἐνin/on/among5θεόςGod5ἤor4λέγωto say4κρίνωto judge4νόμοςlaw4ποιέωto do/make: do4μήnot3αἰτέωto ask3οὖνtherefore/then3εἰςtoward3καταλαλέωto slander3ἀδελφόςbrother3πόθενwhence2ἡδονήpleasure2ἔχωto have/be2δύναμαιbe able2εἴδωto perceive: understand2ὅτιthat/since: that2κόσμοςworld2ὅςwhich2ἐάνif2πρόςto/with2δίδωμιto give2χάριςgrace2ἐγγίζωto come near2κύριοςlord: God2αὐτόςit/s/he2κριτήςjudge2νῦνnow2αὔριονtomorrow2πόλεμοςwarμάχηquarrelἐντεῦθεν, ἔνθενfrom hereἐκout fromστρατεύωto battleμέλοςmemberἐπιθυμέωto long forφονεύωto murderζηλόωbe eagerἐπιτυγχάνωto obtainμάχομαιto quarrelπολεμέωto fightδιάthrough/because ofλαμβάνωto takeδιότιbecauseκακῶςbadlyἵναin order that/toδαπανάωto spendμοιχαλίςadulterousφιλίαfriendshipἔχθραhostilityβούλομαιto planφίλοςfriendly/friendἐχθρόςenemyκαθίστημιto appoint/conductδοκέωto thinkκενῶςvainlyγραφήa writingφθόνοςenvyἐπιποθέωto long forπνεῦμαspirit/breath: spiritκατοικέωto dwellἐγώI/weμέγαςgreatδιόthereforeὑπερήφανοςarrogantἀντιτάσσωto resistταπεινόςlowlyὑποτάσσωto subjectἀνθίστημιto opposeδιάβολοςdevilish/the Devilφεύγωto fleeἀπόaway fromκαθαρίζωto cleanχείρhandἁμαρτωλόςsinfulἁγνίζωto purifyκαρδίαheartδίψυχοςdouble-mindedταλαιπωρέωto grieveπενθέωto mournκλαίωto weepγέλωςlaughterπένθοςgriefμεταστρέφωto changeχαράjoyκατήφειαgloominessταπεινόωto humbleἐνώπιονbeforeὑψόωto lift upἀλλήλωνone anotherεἰifποιητήςdoerἀλλάbutεἷςoneνομοθέτηςlawgiverσῴζωto saveἀπολλύωto destroyτίςwhich?πλησίονnear/neighborἄγωto bringσήμερονtodayπορεύωto travelὅδεthisπόλιςcityἐκεῖthereἐνιαυτόςyearἐμπορεύομαιto traffic inκερδαίνωto gainὅστιςwho/whichἐπίσταμαιto know/understandποῖοςwhat?ζωήlifeἀτμίςvaporγάρforὀλίγοςlittle/fewφαίνωto shine/appearἔπειταthenἀφανίζωto destroyἀντίforθέλωto will/desireζάωto liveοὗτοςthis/he/she/itἐκεῖνοςthatκαυχάομαιto boastἀλαζονείαboastingπᾶςallκαύχησιςprideτοιοῦτοςsuch as thisπονηρόςevil/badκαλόςgoodἁμαρτίαsin