Zechariah (Ζαχαρίας) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Καὶ ἔδειξέν μοι Κύριος τὸν Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος ἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ.
2
καὶ εἶπεν Κύριος πρὸς τὸν διάβολον Ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξέσπασμένος ἐκ πυρός;
3
καὶ Ἰησοῦς ἣν ἐνδεδυμένος ἱμάτια ῥυπαρά, καὶ ἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου.
4
καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων ¶ Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπʼ αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη,
5
καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια. καὶ ὁ ἄγγελος Κυρίου ἱστήκει·
6
καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων
7
Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασίν μου φυλάξῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάσσῃς τὴν αὐλὴν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.
8
ἄκουε δή, Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας. σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου, διότι ἄνδρες τερατοσκόποι εἰσί διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν·
9
διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν· ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος Παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.
10
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, συνκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
86 distinct words — each links to every other place it occurs.
ὁthe/this/who33καίand22κύριοςlord: God10αὐτόςit/s/he10ἐγώI/we8λέγωto say8ἐνin/on/among7σύyou7ἸησοῦςJesus5πρόbefore5πρόσωπονface5ἄγγελοςangel4πρόςto/with4ἰδούlook!4διάβολοςdevilish/the Devil3ἱμάτιονclothing3ἐπίupon/to/against3παντοκράτωρalmighty3διότιbecause3ἱερεύςpriest2μέγαςgreat2ἵστημιto stand2ἐκout from2ἐπιτιμάωto rebuke2οὗτοςthis/he/she/it2ὅςwhich2ἐνδύωto put on2ῥυπαρόςfilthy2κίδαριςa turban2καθαρόςclean2κεφαλήhead2δίδωμιto give2εἰμίto be2λίθοςstone2εἷςone2ἐκεῖνοςthat2ἡμέραday2ὑποκάτωunder2δεξιόςrightἀντίκειμαιbe an opponentἐκλέγωto selectἹεροσόλυμαJerusalemοὐnoὡςas/whenδαλόςa firebrandπῦρfireἀποκρίνωto answerἀπόaway fromἀνομίαlawlessnessποδήρηςfloorlengthἐπιτίθημιto put/lay onπεριβάλλωto clotheδιαμαρτύρομαιto testify solemnlyὅδεthisὁδόςroadπορεύωto travelπρόσταγμαan orderφυλάσσωto keep/guard: observeδιακρίνωto judge/doubtοἶκοςhouse: homeἐάνifδιαφυλάσσωto protectαὐλήpalace/courtyardἀναστρέφωto live/returnμέσοςmidstἀκούωto hearδήsoπλησίονnear/neighborκάθημαιto sitἀνήρmanτερατοσκόποςan observer of signsἄγωto bringδοῦλοςslaveἀνατολήeastἑπτάsevenὀφθαλμόςeyeὀρύσσωto digβόθροςa cesspoolψηλαφάωto touchπᾶςallἀδικίαunrighteousnessγῆearth: planetἕκαστοςeachπλησίοςdear oneἄμπελοςvineσυκῆfig tree