Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Sirach (Ecclesiasticus) 39

Ancient Bible › Intertestamental › Sirach (Ecclesiasticus)

Sirach (Ecclesiasticus) (Ἐκκλησιαστικός) — received as Scripture by Catholics and Orthodox but not in the Hebrew canon — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Deuterocanon
Sirach (Ecclesiasticus) 39
Swete's Septuagint · every word parsed
1
πλὴν τοῦ ἐπιδιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ Ὑψίστου· σοφίαν πάντων ἀρχαίων ἐκζητήσει, καὶ ἐν προφητείαις ἀσχοληθήσεται·
2
διήγησιν ἀνδρῶν ὀνομαστῶν συντηρήσει, καὶ ἐν τροφαῖς παραβολῶν συνεισελεύσεται·
3
ἀπόκρυφα παροιμιῶν ἐκζητήσει, καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται.
4
ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει, καὶ ἔναντι ἡγουμένων ὀφθήσεται· ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται, ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασε.
5
τὴν καρδίαν αὐτοῦ ἐπιδώσει πρὸς Κόριον, ὀρθρίσαι πρὸς τὸν ποιήσαντα αὐτόν, καὶ ἔναντι Ὑψίστου δεηθήσεται· καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ἐν προσευχῇ, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται.
6
ἐὰν ὁ κύριος ὁ μέγας θέλῃ, πνεύματι συνέσεως ἐμπλησθήσεται· αὐτὸς ἀνομβρίσει ῥήματα σοφίας αὐτοῦ, καὶ ἐν προσευχῇ
7
ἐξομολογήσεται τῷ κυρίῳ· αὐτὸς κατευθύνει βουλὴν αὐτοῦ καὶ ἐπιστήμην, καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται·
8
αὐτὸς ἐκφανεῖ παιδείαν διδασκαλίας αὐτοῦ, καὶ ἐν νόμῳ διαθήκης κυρίου καυχήσεται.
9
αἰνέσουσι τὴν σύνεσιν αὐτοῦ πολλοί, καὶ ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται· ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν, τὴν σοφίαν αὐτοῦ διηγήσεται ἔθνη,
10
καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία·
11
ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἢ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται, ἐμποιεῖ αὐτῷ.
12
ἔτι διανοηθεὶς ἐκδιηγήσομαι, ὅτι ὡς διχομηνία ἐπληρώθην.
13
εἰσακούσατε μου, ὅσιοι, καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ὑγροῦ·
14
καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον, διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα.
15
εὐλογήσατε τὸν κύριον ἐπὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ ἐν ᾠδαῖς χειλέων καὶ ἐν κιννύραις·
16
καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει· τὰ ἔργα Κυρίου πάντα καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται· οὐκ ἔστιν εἰπεῖν· τί τοῦτό ἐστι;
17
πάντα γὰρ ταῦτα ἐν καιρῷ αὐτῶν ζητηθήσεται. ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θημωνία ὕδωρ, καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων.
18
ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ.
19
ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ·
20
ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψε, καὶ οὐδέν ἐστι θαυ – μάσιον ἐναντίον αὐτοῦ. οὐκ ἔστιν εἰπεῖν· τί τοῦτό ἐστι,.
21
πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται.
22
ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψε, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν.
23
οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην.
24
αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι τοῖς ὁσίοις, οὕτως τοῖς ἀνόμοις προσκόμματα·
25
ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ’ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά.
26
ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὕδωρ καὶ πῦρ καὶ σίδηρον καὶ ἅλας, καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον·
27
πάντα ταῦτα τοῖς εὐσεβέσιν ἀγαθά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά.
28
ἔστι πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται, καὶ ἐν θυμῷ αὐτῶν ἐστερέωσε μάστιγας αὐτῶν· ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχέουσι, καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτὸν κοπάσουσι·
29
πῦρ καὶ θάλασσα * καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται·
30
θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς,
31
ἐν τῆ ἀνατολῇ αὐτοῦ εὐφρανθήσονται, καὶ ἐπὶ τῆς γῆς εἰς χεῖρας ἑτοιμασθήσονται, καὶ ἐν καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον.
32
διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα.
33
τὰ ἔργα κυρίου πάντα τὰ ἀγαθά, καὶ πᾶσαν χρείαν ἐν καιρῷ αὐτῆς χορηγήσει· καὶ οὐκ ἔστιν εἰπεῖν·
34
τοῦτο τούτου πονηρότερον, πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται.
35
καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε, καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

181 distinct words — each links to every other place it occurs.

καίand53ὁthe/this/who39αὐτόςit/s/he38ἐνin/on/among26πᾶςall15εἰςtoward10εἰμίto be10κύριοςlord: God7οὐno7ὡςas/when7καιρόςtime/right time6ἀγαθόςgood5οὕτωςthus(-ly)5οὗτοςthis/he/she/it5γάρfor4ἔργονwork4ὕδωρwater4κτίζωto create4σοφίαwisdom3ἔθνοςGentiles3κακόςevil/harm: evil3στόμαmouth3ἐάνif3αἰώνan age: age3ὄνομαname3ἐπίupon/to/against3εἶπονto say3ἀπόaway from3χρείαneed3ἀρχήbeginning3διανοέωto consider2νόμοςlaw2ὕψιστοςHighest2παραβολήparable2ἀπόκρυφοςconcealed2ἔναντιbefore2γῆearth: planet2ἄνθρωποςa human2καρδίαheart2πρόςto/with2προσευχήprayer2πνεῦμαspirit/breath: spirit2σύνεσιςunderstanding2ῥῆμαdeclaration2γενεάgeneration2πρόσταγμαan order2τιςone2τοῦτοthat2λόγοςword2ὅςwhich2ἁμαρτωλόςsinful2πῦρfire2ἐκδίκησιςvengeance2θυμόςwrath2πλήνbut/howeverψυχήsoulἀρχαῖοςancientπροφητείαprophecyδιήγησιςnarrativeἀνήρmanὀνομαστόςfamousσυντηρέωto preserveτροφήfoodσυνεισέρχομαιto enter withπαροιμίαproverbαἴνιγμαobscure thingἀναστρέφωto live/returnἀνάeachμέσοςmidstμεγιστάνgreat manὑπηρετέωto serveἡγέομαιto governὁράωto see: seeἀλλότριοςanother’sδιέρχομαιto pass throughἐπιδίδωμιto give/deliverκόριονcorianderὀρθρίζωto rise at dawnἄνοιξιςopeningπερίaboutἁμαρτίαsinμέγαςgreatἐθέλωbe willingἐξομολογέομαιto agreeκατευθύνωto guideβουλήplanἐπιστήμηhigher knowledgeπαιδείαdisciplineδιδασκαλίαteachingδιαθήκηcovenantπολύςmuchἕωςuntilἐξαλείφωto blot outμνημόσυνονmemorialζάωto liveδιηγέομαιto relate fullyἔπαινοςpraiseἐξαγγέλλωto proclaimἐκκλησίαassemblyκαταλείπωto leave behindἤorχίλιοιthousandἀναπαύωto give restἐμποιέωto causeἔτιstillὅτιthat/since: thatεἰσακούωto listen toἐγώI/weὅσιοςsacredῥόδονroseὑγρόςmoist/greenἄνθοςflowerκρίνονlilyὀσμήaromaαἰνέωto praiseᾆσμαa songᾠδήsongχεῖλοςlipλέγωto sayἐξομολόγησιςacknowledgmentκαλόςgoodσφόδραveryζητέωto seekἵστημιto standἀποδοχεῖονcisternεὐδοκίαgoodwillσωτήριονsavingσάρξfleshἐνώπιονbeforeκρύπτωto hideὀφθαλμόςeyeοὐδέnorθ, ΘαυTawἐναντίονin front ofεὐλογίαpraiseποταμόςriverκατακλυσμόςfloodξηρόςdried up/witheredὀργήwrathκληρονομέωto inheritὁδόςroadἄνομοςlawlessπρόσκομμαstumbling blockζωήlifeσίδηροςironἅλαςsaltσεμίδαλιςfine flourπυρόςwheatγάλαmilkμέλιhoneyαἷμαbloodσταφυλήgrapesἔλαιονolive oilἱμάτιονclothingεὐσέβειαpietyμάστιξwhipσυντέλειαconsummationἰσχύςstrengthἐκχέωto pour outθάλασσαseaλιμόςhungerθάνατοςdeathθηρίονwild animalὀδούςtoothσκορπίοςscorpionἔχωto have/beῥομφαίαswordἐκδικέωto avengeὄλεθροςdestructiveἀσεβήςungodlyἀνατολήeastχείρhandἑτοιμάζωto make readyδιάthrough/because ofἐκout fromγραφήa writingἀφίημιto release: leaveχορηγέωto provideτούτουof thisπονηρόςevil/badνῦνnow
Scroll to Top