Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Daniel (Old Greek) 5

Daniel (Old Greek) (Δανιήλ) — the Old Greek translation, older than Theodotion’s — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Septuagint
Daniel (Old Greek) 5
Swete's Septuagint · every word parsed
1
Βαλτασὰρ ὁ βασιλεὺς ἐποίησεν ἑστιατορίαν μεγάλην τοῖς ροις αὐτοῦ.
2
καὶ ἔπινεν οἶνον, καὶ ἀνυψώθη ἡ καρδία αὐτοῦ, καὶ εἶπεν ἐνέγκαι τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ τοῦ οἴκου τοῦ θεοῦ, ἃ ἤνεγκε Ναβουχοδονοσὸρ ὁ πατὴρ αὐτοῦ ἀπὸ Ἰερουσαλήμ, καὶ οἰνοχοῆσαι ἐν αὐτοῖς τοῖς ἑταίροις αὐτοῦ.
3
καὶ ἠνέχθη, καὶ ἕπινον ἐν αὐτοῖς·
4
καὶ ηὐλόγουν τὰ εἴδωλα τὰ χειροποίητα αὐτῶν, καὶ τὸν θεὸν τοῦ αἰῶνος οὐκ εὐλόγησαν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ πνεύματος αὐτῶν.
5
ἐν αὐτῇ τῇ ὥρᾳ ἐκείνῃ ἐξῆλθον δάκτυλοι ὡσεὶ χειρὸς ἀνθρώπου καὶ ἔγραψαν ἐπὶ τοῦ τοίχου τοῦ οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ φωτὸς ἔναντι τοῦ βασιλέως Βαλτασάρ, καὶ εἶδε χεῖρα γράφουσαν.
6
καὶ ἡ ὄρασις αὐτοῦ ἠλλοιώθη, καὶ φόβοι καὶ ὑπόνοιαι αὐτὸν κατέσπευδον. ἔσπευσεν οὖν ὁ βασιλεὺς καὶ ἐξανέστη, καὶ ἑώρα τὴν γραφὴν ἐκείνην, καὶ οἱ συνεταῖροι κύκλῳ αὐτοῦ ἐκαυχῶντο.
7
καὶ ὁ βασιλεὺς ἐφώνησε φωνῇ μεγάλῃ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ φαρμακοὺς καὶ Χαλδαίους καὶ γαζαρηνούς, ἀπαγγεῖλαι τὸ σύγκριμα τῆς γραφῆς. καὶ εἰσεπορεύοντο ἐπὶ θεωρίαν ἰδεῖν τὴν γραφήν, καὶ τὸ σύγκριμα τῆς γραφῆς οὐκ ἐδύναντο συγκρῖναι τῷ βασιλεῖ τότε ὁ βασιλεὺς ἐξέθηκε πρόσταγμα λέγων Πᾶς ἀνὴρ ὃς ἂν ὑποδείξῃ τὸ σύγκριμα τῆς γραφῆς, στολιεῖ αὐτὸν πορφύραν, καὶ μανιάκην χρυσοῦν περιθήσει αὐτῷ, καὶ δοθήσεται αὐτῷ ἐξουσία τοῦ τρίτου μέρους τῆς βασιλείας.
8
καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοὶ καὶ φαρμακοὶ καὶ γαζαρηνοί, καὶ οὐκ ἡδύνατο οὐδεὶς τὸ σύγκριμα τῆς γραφῆς ἀπαγγεῖλαι.
9
τότε ὁ βασιλεὺς ἐκάλεσε τὴν βασίλισσαν περὶ τοῦ σημείου, καὶ ὑπέδειξεν αὐτῇ ὡς μέγα ἐστί, καὶ ὅτι πᾶς ἄνθρωπος οὐ δύναται ἀπαγγεῖλαι τῷ βασιλεῖ τὸ σύγκριμα τῆς γραφῆς.
10
τότε ἡ βασίλισσα ἐμνήσθη πρὸς αὐτὸν περὶ τοῦ Δανιήλ, ὃς ἦν ἐκ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας,
11
καὶ εἶπεν τῷ βασιλεῖ ἄνθρωπος ἐπιστήμων ἦν καὶ σοφὸς καὶ ὑπερέχων πάντας τοὺς σοφοὺς Βαβυλῶνος,
12
καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ ἐστι, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου τοῦ βασιλέως συγκρίματα ὑπέρογκα ὑπέδειξε Ναβουχοδονοσὸρ τῷ πατρί σου.
13
Τότε Δανιὴλ εἰσήχθη πρὸς τὸν βασιλέα, καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν αὐτῷ
16
Ὦ Δανιήλ, δύνῃ μοι ὑποδεῖξαι τὸ σύγκριμα τῆς γραφῆς; καὶ στολιῶ σε πορφύραν καὶ μανιάκην χρυσοῦν περιθήσω σοι, καὶ ἕξεις ἐξουσίαν τοῦ τρίτου μέρους τῆς βασιλείας μου.
17
τότε Δανιὴλ ἔστη κατέναντι τῆς γραφῆς καὶ ἀνέγνω, καὶ οὕτως ἀπεκρίθη τῷ βασιλεῖ Αὕτη ἡ γραφή Ἠρίθμηται, κατελογίσθη, ἐξῆρται καὶ ἔστη ἡ γράψασα χείρ. καὶ αὕτη ἡ σύγκρισις αὐτῶν.
23
Βασιλεῦ, σὺ ἐποιήσω ἑστιατορίαν τοῖς φίλοις σου καὶ ἔπινες οἶνον, καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ θεοῦ τοῦ ζῶντος ἠνέχθη σοι καὶ ἐπίνετε ἐν αὐτοῖς, σὺ καὶ οἱ μεγιστᾶνἐς σου, καὶ ήνέσατε πάντα τὰ εἴδωλα τὰ χειροποίητα τῶν ἀνθρώπων, καὶ τῷ θεῷ τῷ ζῶντι οὐκ εὐλογήσατε, καὶ τὸ πνεῦμά σου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ τὸ βασίλειόν σου αὐτὸς ἔδωκέ σοι, καὶ οὐκ εὐλόγησας αὐτὸν οὐδὲ ᾔνεσας αὐτῷ.
26
τοῦτο τὸ σύγκριμα τῆς γραφῆς Ἠρίθμηται ὁ χρόνος σου τῆς βασιλείας, ἀπολήγει ἡ βασιλεία σου·
27
συντέτμηται καὶ συντετέλεσται
28
ἡ βασιλεία σου τοῖς Μήδοις καὶ τοῖς Πέρσαις δίδοται.
29
τότε Βαλτασὰρ ὁ βασιλεὺς ἐνέδυσε τὸν Δανιὴλ πορφύραν, καὶ μανιάκην χρυσοῦν περιέθηκεν αὐτῷ, καὶ ἔδωκεν ἐξουσίαν αὐτῷ τοῦ τρίτου μέρους τῆς βασιλείας αὐτοῦ.
30
καὶ τὸ σύγκριμα ἐπῆλθε Βαλτασὰρ τῷ βασιλεῖ, καὶ τὸ βασίλειον ἐξῆρται ἀπὸ τῶν Χαλδαίων καὶ ἐδόθη τοῖς Μήδοις καὶ τοῖς Πέρσαις.
31
καὶ Ἀρταξέρξης ὁ τῶν Μήδων παρέλαβε τὴν βασιλείαν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

116 distinct words — each links to every other place it occurs.

ὁthe/this/who105καίand62αὐτόςit/s/he29βασιλεύςking16σύyou15γραφήa writing11σύγκριμαinterpretation9ἐνin/on/among7βασιλείαkingdom7οὐno6τότεthen6δίδωμιto give5ΔανιήλDaniel5φέρωto bear/lead4χρύσεοςgolden4θεόςGod4ἐξουσίαauthority4χείρhand4ἄνθρωποςa human4πᾶςall4εἰμίto be4μέγαςgreat3οἶκοςhouse: home3ὅςwhich3πατήρfather3πνεῦμαspirit/breath: spirit3ἐπίupon/to/against3ὁράωto see: see3ἀπαγγέλλωto announce3δύναμαιbe able3λέγωto say3ὑποδείκνυμιto show3πορφύραpurple cloth3περιτίθημιto put on3τρίτοςthird3μέροςpart3οὗτοςthis/he/she/it3ΜῆδοςMede3ἑστιατορίαfeasting2οἶνοςwine2σκεῦοςvessel2ἀπόaway from2εἴδωλονidol2χειροποίητοςhand-made2ἔχωto have/be2ἐκεῖνοςthat2γράφωto write2κατέναντιbefore2καλέωto call: call2ἐπαοιδόςan enchanter2ΧαλδαῖοςChaldean2γαζαρηνόςastrologer2βασίλισσαqueen2περίabout2πρόςto/with2σοφόςwise2ἀποκρίνωto answer2ἐγώI/we2ἵστημιto stand2ζῶlife2ποιέωto do/make: doκαρδίαheartεἶπονto sayἀργύρεοςsilverἹεροσόλυμαJerusalemἑταῖροςfriendαἰώνan age: ageὥραhourἐξέρχομαιto go outδάκτυλοςfingerὡσείlike/as/aboutτοῖχοςwallφῶςlightἔναντιbeforeὅρασιςappearance/visionφόβοςfearὑπόνοιαsuspicionοὖνtherefore/thenἐξανίστημιto raise upσυνέταιροςa male companionκύκλῳsurroundingφωνήvoice/sound: voiceθεωρίαsightσυγκρίνωto compareπρόσταγμαan orderἀνήρmanἄνifστολίζωto robeοὐδείςnoneσημεῖονsignὡςas/whenὅτιthat/since: thatμιμνήσκωto rememberἐκout fromαἰχμαλωσίαcaptivityἸουδαίαJudeaἐπιστήμωνknowingὑπερέχωbe higherΒαβυλώνBabylonἅγιοςholyἡμέραdayὑπέρογκοςboastfulω, ὮμέγαOmegaἀναγινώσκωto readοὕτωςthus(-ly)σύγκρισιςamalgamationφίλοςfriendly/friendμεγιστάνgreat manεὐλογέωto praise/blessβασίλειονpalaceοὐδέnorχρόνοςtimeσυντέμνωto cut shortἐπέρχομαιto arrive/invadeβασίλειοςkinglyπαραλαμβάνωto take
Scroll to Top