Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

2 Peter 2

2 Peter 2 in the Greek of Nestle 1904. 2 Peter is one of the General Letters.

Greek · General Letters
2 Peter 2
Nestle 1904 · every word parsed
1
Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν·
2
καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται·
3
καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει.
4
εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειροῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους,
5
καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας,
6
καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς,
7
καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρύσατο,—
8
βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐνκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν,—
9
οἶδεν Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
10
μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. τολμηταὶ, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες,
11
ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ’ αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν.
12
οὗτοι δέ, ὡς ἄλογα ζῷα γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονται,
13
ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
14
ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα·
15
καταλειπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βεώρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν,
16
ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
17
οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους τετήρηται.
18
ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
19
ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται.
20
εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
21
κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
22
συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί Ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

210 distinct words — each links to every other place it occurs.

ὁthe/this/who36καίand20ἐνin/on/among14αὐτόςit/s/he13δέthen6ὅςwhich6οὐno6γάρfor6εἰμίto be4ὁδόςroad4εἰςtoward4ἡμέραday4οὗτοςthis/he/she/it4σύyou3ἀπώλειαdestruction3ἀσέλγειαdebauchery3βλασφημέωto blaspheme3κρίσιςjudgment3τηρέωto keep: observe3κόσμοςworld3δίκαιοςjust3ἐκout from3κύριοςlord: God3φθοράcorruption3ἔχωto have/be3γίνομαιto be2ὡςas/when2ἐπάγωto bring upon2ἐξακολουθέωto follow2πλεονεξίαgreediness2εἰif2ἄγγελοςangel2φείδομαιto spare2ἀλλάbut2ζόφοςdarkness2παραδίδωμιto deliver2δικαιοσύνηrighteousness2ὑπόby/under: by2ῥύομαιto rescue2ψυχήsoul2σάρξflesh2ἐπιθυμίαdesire2μισθόςwage2ἀδικίαunrighteousness2δελεάζωto entice2ἴδιοςone's own/private2φθέγγομαιto speak2ἀποφεύγωto escape2ἡσσάομαιbe lesser2ἐπιγινώσκωto come to know2ψευδοπροφήτηςfalse prophetλαόςa peopleψευδοδιδάσκαλοςfalse teacherὅστιςwho/whichπαρεισάγωto introduceαἵρεσιςsectἀγοράζωto buyδεσπότηςmasterἀρνέομαιto denyἑαυτοῦthemselfταχινόςquickπολύςmuchδιάthrough/because ofἀλήθειαtruthπλαστόςmade-upλόγοςwordἐμπορεύομαιto traffic inκρίμαjudgmentἔκπαλαιof oldἀργέωbe idleνυστάζωto dozeθεόςGodἁμαρτάνωto sinσειράchainταρταρόωhell: TartarusἀρχαῖοςancientὄγδοοςeighthΝῶεNoahκῆρυξpreacherφυλάσσωto keep/guard: observeκατακλυσμόςfloodἀσεβήςungodlyπόλιςcityΣόδομαSodomΓόμορραGomorrahτεφρόωto turn to ashesκαταστροφήruinκατακρίνωto condemnὑπόδειγμαexampleμέλλωto ensueἀσεβέωbe ungodlyτίθημιto placeΛώτLotκαταπονέωto oppressἄθεσμοςlawlessἀναστροφήbehaviourβλέμμαa lookἀκοήhearingἐγκατοικέωto live amongἄνομοςlawlessἔργονworkβασανίζωto torture: tortureεἴδωto perceive: understandεὐσεβήςpiousπειρασμόςtemptation/testing: temptationἄδικοςunjustκολάζωto punishμάλισταespeciallyὀπίσωafterμιασμόςdefilementπορεύωto travelκυριότηςlordshipκαταφρονέωto despiseτολμητήςbold manαὐθάδηςself-willedδόξαgloryτρέμωto trembleὅπουwhere(-ever)ἰσχύςstrengthδύναμιςpowerμέγαςgreatφέρωto bear/leadκατάaccording toπαράfrom/with/besideβλάσφημοςblasphemousἄλογοςunreasonableζῷονliving thingγεννάωto begetφυσικόςnaturalἅλωσιςcaptureἀγνοέωbe ignorantφθείρωto destroyἀδικέωto harmἡδονήpleasureἡγέομαιto governτρυφήself-indulgenceσπίλοςstainμῶμοςblemishἐντρυφάωto revelἀπάτηdeceitσυνευωχέομαιto feast withὀφθαλμόςeyeμεστόςfullμοιχαλίςadulterousἀκατάπαυστοςunceasingἁμαρτίαsinἀστήρικτοςunstableκαρδίαheartγυμνάζωto trainκατάραcurseτέκνονchildκαταλείπωto leave behindεὐθύςStraightπλανάωto lead astrayΒαλαάμBalaamΒοσόρ, ΒεώρBeorἀγαπάωto loveἔλεγξιςrebukeπαρανομίαlawlessnessὑποζύγιονdonkeyἄφωνοςmuteἄνθρωποςa humanφωνήvoice/sound: voiceκωλύωto preventπροφήτηςprophetπαραφρονίαinsanityπηγήflowἄνυδροςwaterlessἀχλύςmistλαῖλαψstormἐλαύνωto driveσκότοςdarknessὑπέρογκοςboastfulματαιότηςfutilityὀλίγοςlittle/fewπλάνηerrorἀναστρέφωto live/returnἐλευθερίαfreedomἐπαγγέλλωto professδοῦλοςslaveὑπάρχωbe alreadyτιςoneδουλόωto enslaveμίασμαdefilementἐπίγνωσιςknowledgeσωτήρsaviorἸησοῦςJesusΧριστόςChristπάλινagainἐμπλέκωto entangle/involveἔσχατοςlast/leastχείρωνworse thanπρῶτοςfirstκρείττωνstrongerμήnotἤorὑποστρέφωto returnἅγιοςholyἐντολήcommandmentσυμβαίνωto happenἀληθήςtrueπαροιμίαproverbκύωνdogἐπιστρέφωto turnἐπίupon/to/againstἐξέραμαvomitὗςsowλούωto washκύλισμαwallowingβόρβοροςmire
Scroll to Top