Ancient Bible › New Testament › Titus
Titus — 3 chapters, every word parsed. The first is below; the rest follow it.
Edition. Nestle 1904.
1
Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν
2
ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων,
3
ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ,
4
Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν.
5
Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
6
εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
7
δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
8
ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
9
ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
10
Εἰσὶν γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς,
11
οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
12
εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
13
ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
14
μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
15
πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
16
Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).
The words of this chapter
144 distinct words — each links to every other place it occurs.
ὁthe/this/who22καίand13μήnot8θεόςGod7κατάaccording to6εἰμίto be6ὅςwhich5αὐτόςit/s/he5ἐνin/on/among5δέthen4ἐγώI/we4πίστιςfaith3ἵναin order that/to3δεῖbe necessary3καθαρόςclean3ἸησοῦςJesus2ΧριστόςChrist2ἀλήθειαtruth2αἰώνιοςeternal2ἴδιοςone's own/private2λόγοςword2σωτήρsavior2τέκνονchild2οὗτοςthis/he/she/it2χάρινbecause of2σύyou2ὡςas/when2τιςone2ἀνέγκλητοςirreproachable2πιστόςfaithful2ἀνυπότακτοςinsubordinate2γάρfor2ἀλλάbut2ὑγιαίνωbe healthy2ἐλέγχωto rebuke2ἐκout from2πᾶςall2μιαίνωto stain2ἔργονwork2ΠαῦλοςPaulδοῦλοςslaveἀπόστολοςapostleἐκλεκτόςselectἐπίγνωσιςknowledgeεὐσέβειαpietyἐπίupon/to/againstἐλπίςhopeζωήlifeἐπαγγέλλωto professἀψευδήςnot a liarπρόbeforeχρόνοςtimeφανερόωto revealκαιρόςtime/right timeκήρυγμαpreachingπιστεύωto trust (in)ἐπιταγήcommandΤίτοςTitusγνήσιοςgenuineκοινόςcommon: unsanctifiedχάριςgraceεἰρήνηpeaceἀπόaway fromπατήρfatherἀπολείπωto leaveΚρήτηCreteλείπωto lackἐπιδιορθόωto straighten outκαθίστημιto appoint/conductπόλιςcityπρεσβύτεροςelder: Elderδιατάσσωto directεἰifεἷςoneγυνήwomanἀνήρmanἔχωto have/beκατηγορίαaccusationἀσωτίαdebaucheryἤorἐπίσκοποςoverseerοἰκονόμοςmanagerαὐθάδηςself-willedὀργίλοςquick-temperedπάροινοςdrunkenπλήκτηςbullyαἰσχροκερδήςgreedyφιλόξενοςhospitableφιλάγαθοςlover of goodσώφρωνself-controlledδίκαιοςjustὅσιοςsacredἐγκρατήςself-controlledἀντέχωto cling toδιδαχήteachingδυνατόςableπαρακαλέωto plead/comfortδιδασκαλίαteachingἀντιλέγωto disputeπολύςmuchματαιολόγοςbabblerφρεναπάτηςdeceiverμάλισταespeciallyπεριτομήcircumcisionἐπιστομίζωto silenceὅστιςwho/whichὅλοςallοἶκοςhouse: homeἀνατρέπωto overturnδιδάσκωto teachαἰσχρόςshamefulκέρδοςgainλέγωto sayπροφήτηςprophetΚρήςCretanἀείalwaysψεύστηςliarκακόςevil/harm: evilθηρίονwild animalγαστήρbellyἀργόςidleμαρτυρίαtestimonyἀληθήςtrueδιάthrough/because ofαἰτίαcause/chargeἀποτόμωςseverelyπροσέχωto watch outἸουδαϊκόςJewishμῦθοςmythἐντολήcommandmentἄνθρωποςa humanἀποστρέφωto turn awayἄπιστοςunbelievingοὐδείςnoneνοῦςmindσυνείδησιςconscienceὁμολογέωto confess/professεἴδωto perceive: understandἀρνέομαιto denyβδελυκτόςabominableἀπειθήςdisobedientπρόςto/withἀγαθόςgoodἀδόκιμοςfailing