Ancient Bible › Septuagint › Micah (LXX)
Micah (LXX) Μιχαίας — 7 chapters, every word parsed. The first is below; the rest follow it.
Machine-parsed. The morphology in this work was assigned automatically, not by an editor. Useful for reading; not to be cited as an authority.
Edition. Swete’s Septuagint.
1
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Μειχαίαν τὸν τοῦ Μωρασθεὶ ἐν ἡμέραις Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπέρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ἰερουσαλήμ.
2
Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.
3
διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,
4
καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.
5
διὰ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ, οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἵκου Ἰούδα, οὐχὶ Ἰερουσαλήμ;
6
καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτίαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω·
7
καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν, καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.
8
ἔυεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων·
9
ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἥλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἰερουσαλήμ.
10
Οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε, οἱ ἐν Ἀκείμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν·
11
κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα Σεναάρ, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς· λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.
12
τίς ἡρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ,
13
ψόφος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα λαχεἱς ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶν τῇ θυγατρὶ Σειών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.
14
διὰ τοῦτο δώσει ἐξαποστελλομένους ἕως κληρονομίας Γέθ, οἴκους ματαί ους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν τοῦ Ἰσραήλ·
15
ἕως τοῖς κληρονόμους ἀγάγωσιν, κατοικοῦσα Λάχεις· κληρονομία ἕως Ὀδολλὰμ ἤξει, ἡ δόξα τῆς θυγατρὸς Ἰσραήλ.
16
ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐνπλάτυνον τὴν χηρίαν σου ὡς ἀετός, ὅτι ήχμαλωτεύθησαν ἀπὸ σοῦ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
119 distinct words — each links to every other place it occurs.
ὁthe/this/who31καίand27αὐτόςit/s/he12ἐνin/on/among8εἰςtoward7κύριοςlord: God6σύyou6ἐκout from6οἶκοςhouse: home6ἕωςuntil6πᾶςall5ὡςas/when5ἹεροσόλυμαJerusalem4οὗτοςthis/he/she/it4ἸσραήλIsrael4ὅτιthat/since: that4κατοικέωto dwell4ἸούδαςJudas3ΣαμάρειαSamaria3γῆearth: planet3διότιbecause3ἐπίupon/to/against3διάthrough/because of3ἀσέβειαungodlinessness3ἁμαρτίαsin3τιςone3θυγάτηρdaughter3γίγνομαιbe born2λόγοςword2βασιλεύςking2περίabout2λαόςa people2εἰμίto be2καταβαίνωto come/go down2ἀπόaway from2πῦρfire2ἸακώβJacob2οὐno2τίθημιto place2πορνείαsexual sin2πληγήplague/blow/wound2πύληgate2μήnot2καταγελάωto mock2ὀδύνηanguish2κληρονομίαinheritance2πρόςto/withἡμέραdayἸωάθαμJothamἈχάζAhazἘζεκίαςHezekiahὑπέρabove/forὅςwhichὁράωto see: seeἀκούωto hearπροσέχωto watch outμαρτύριονtestimonyἅγιοςholyἰδούlook!ἐκπορεύωto departτόποςplaceὕψοςheightσαλεύωto shakeὄροςmountainὑποκάτωθενfrom beneathκηρόςbeeswaxπρόσωπονfaceὕδωρwaterκαταφέρωto vote againstκατάβασιςdescentοὐχίnot!ὀπωροφυλάκιονa storehouse of fruitsἀγρόςField ofἀμπελώνvineyardκατασπάωto tear downχάοςchaosλίθοςstoneἀποκαλύπτωto revealεἴδωλονidolἀφανισμόςdisappearanceσυνάγωto assembleθρηνέωto lamentἀνυπόδετοςbarefootγυμνόςnakedποιέωto do/make: doκοπετόςlamentationπένθοςgriefΣειρήνa sirenἅπτωto touchἐγώI/weμεγαλύνωto magnifyἀνοικοδομέωto rebuildὑμεῖςyouκαλῶςwellπόλιςcityἐξέρχομαιto go outκόπτωto cut/mournἔχωto have/beλαμβάνωto takeἀγαθόςgoodκακόςevil/harm: evilπαράfrom/with/besideψόφοςa noiseἅρμαchariotἱππεύωto ride horsebackἀρχηγόςfounderσείωto shakeεὑρίσκωto find/meetδίδωμιto giveἐξαποστέλλωto send out/awayοὖςearκενόςemptyκληρονόμοςheirἥκωto come/be presentδόξαgloryκείρωto shearτέκνονchildτρυφερόςdelicateἀετόςeagle