Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Micah (LXX) 4

Micah (Μιχαίας) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Septuagint
Micah (LXX) 4
Swete's Septuagint · every word parsed
1
Καὶ ἔσται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐμφανές τὸ ὄρος τοῦ κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί,
2
καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐυ ταῖς τρίβοις αὐτοῦ. ὅτι ἐκ Σειὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἰερουσαλήμ,
3
καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν· καὶ κατακόψουσιν τὰς όομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπ ἔθνος ῥομφαἰαν, καὶ οὐκέτι μὴ μάθωσιν πολεμεῖν·
4
καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου ΙΙαντοκράτορος ἐλάλησεν ταῦτα·
5
ὅτι πάντες οἱ λαοὶ πορεύσουται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.
6
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην, καὶ τὴν ἐξωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην·
7
καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλιμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος δυνατόν, καὶ βασιλεύσει Κύριος ἐπʼ αὐτοὺς ἐν ὄρει Σειὼν ἀπὸ τοῦ υῦν ἕως εἰς τὸν αἰῶνα.
8
καὶ σύ, πύργος ποιμνίου αὐχμώδης, θυγάτηρ Σειών, ἐπὶ σὲ ἥξει, καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατὶ Ιερουσαλήμ.
9
Καὶ νῦν ἴνα τί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἧν σοι; ἤ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης;
10
ὥδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε, θυγάτηρ Σειών, ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν δύσεταί σε Κύριος ὁ θεός σου ἐκ χειρὸς ἐχθρῶν σου.
11
καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ λέγοντες Ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σειὼν οἱ ὀφθαλμοὶ ἡμῶν.
12
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου. καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἄλωνος.
13
ἀνάστηθι καὶ ἀλόα αὐτούς, θυγάτηρ Σειών, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς· καὶ κατατήξεις λαοὺς πολλούς, καὶ ἀναθήσεις τῷ κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ κυρίῳ πάσης τῆς γῆς.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

117 distinct words — each links to every other place it occurs.

ὁthe/this/who40καίand39αὐτόςit/s/he15κύριοςlord: God11σύyou11εἰςtoward9ἐπίupon/to/against7ἔθνοςGentiles6σείωto shake6ὅτιthat/since: that5ἐκout from5ὄροςmountain4λαόςa people4πολύςmuch4οὐno4ἐνin/on/among4λέγωto say3θεόςGod3ἕωςuntil3μήnot3ἕκαστοςeach3ἡμεῖςwe3τίθημιto place3θυγάτηρdaughter3νῦνnow3ὡςas/when3εἰμίto be2ἡμέραday2ὁδόςroad2πορεύωto travel2ἹεροσόλυμαJerusalem2οὐκέτιnot any more2ὑποκάτωunder2διότιbecause2πᾶςall2δέthen2αἰώνan age: age2συνάγωto assemble2ἥκωto come/be present2ΒαβυλώνBabylon2γινώσκωto know2βουλήplan2ἔσχατοςlast/leastἕτοιμοςreadyκορυφήheadμετεωρίζωto worryὑπεράνωaboveβουνόςhillπρόςto/withδεῦτεcomeοἶκοςhouse: homeἸακώβJacobἐγώI/weεὖwell/well done!τρίβοςpathἐξέρχομαιto go outνόμοςlawλόγοςwordκρίνωto judgeἀνάeachμέσοςmidstἐξελέγχωto convictἰσχυρόςstrongμακράνfarἄροτρονplowδόρυa wooden spearδρέπανονsickleῥομφαίαswordπολεμέωto fightἀναπαύωto give restἄμπελοςvineσυκῆfig treeἐκφοβέωto terrifyστόμαmouthλαλέωto speakοὗτοςthis/he/she/itὄνομαnameἐπέκειναbeyondἐκεῖνοςthatεἰσδέχομαιto receiveὅςwhichδυνατόςableβασιλεύωto reignἀπόaway fromπύργοςtowerποίμνιονflockαὐχμώδηςaustereεἰσέρχομαιto enterἀρχήbeginningπρῶτοςfirstβασιλείαkingdomἵναin order that/toτιςoneκακόςevil/harm: evilβασιλεύςkingἦνwasἤorὠδίνlaborἀνδρίζωto act like a manτίκτωto give birth toπόλιςcityκατασκήνωσιςdwelling placeπεδίονa plainἐκεῖθενfrom thereχείρhandἐχθρόςenemyἐπισυνάγωto gatherὀφθαλμόςeyeλογισμόςthoughtσυνίημιto understandδράγμαa sheafἀνίστημιto ariseὁπλήa hoofἀνατίθημιto set beforeπλῆθοςmultitudeἰσχύςstrengthγῆearth: planet
Scroll to Top